De Leone Armenio (e cod. Vat. gr. 2014)

 τὰς γυναῖκας ἀνδρικῶς καθοπλίσαντες, τῇ ιεʹ ἡμέρᾳ τῆς εἰσόδου αὐτῶν, διαφαύοντος σαββάτου, εἰκάδι τρίτῃ τοῦ Ἰουλίου μηνός, ἐπέπεσον αὐτοῖς ἔτι κοιμωμέ

 ἀγαθὸν καὶ δίκαιον ἡμῶν Θεὸν ἱκετεύσωμεν ῥύσασθαι ἡμᾶς τοιαύτης κατακρίσεως, καὶ δι' ἐπιμελείας τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ τῶν ἐπηγγελμένων τοῖς δι

De Leone Armenio (e cod. Vat. gr. 2014)

Περὶ Νικηφόρου τοῦ βασιλέως καὶ πῶς ἀφίησιν τὰ κῶλα ἐν Βουλγαρίᾳ.

Ἐν τῷ θʹ ἔτει τῆς βασιλείας Νικηφόρου τοῦ βασιλέως, οὗτος αὐτὸς Νικηφόρος ὁ βασιλεὺς εἰσῆλθεν εἰς Βουλγαρίαν, βουλόμενος αὐτήν, ὡς ᾤετο, ἀφανίσαι, ἄρας μεθ' ἑαυτοῦ Σταυράκιον τὸν υἱὸν αὐτοῦ καὶ Μιχαὴλ τὸν γαμβρὸν αὐτοῦ, τὸν καὶ Ῥαγγαβὲ ἐπονομαζόμενον, καὶ πάντας τοὺς πατρικίους καὶ ἄρχοντας καὶ ἀξιωματικούς, καὶ ὅλα τὰ τάγματα, καὶ τῶν ἀρχόντων τὰ τέκνα ἀπὸ δεκαπέντε τυγχάνοντα ἐτῶν καὶ ἐπάνω, οὓς καὶ ἐποίησεν ἑταιρείαν τοῦ υἱοῦ αὐτοῦ, ἐπονομάσας αὐτοὺς ἱκανάτους.

Εἰσερχομένου δὲ αὐτοῦ εἰς τὰς κλεισούρας, ἀκούσαντες οἱ Βούλγαροι τὸ πλῆθος τοῦ λαοῦ ὅπερ ἐπεφέροντο, ὡς δῆθεν μὴ δυνάμενοι ἀντιστῆναι, καταλιπόντες πάντα ἅπερ εἶχον, ἔφυγον εἰς τὰ ὄρη. Αὐτὸς δὲ εἰσελθὼν ἐσκήνωσεν εἰς τὴν αὐλὴν τοῦ πρώτου τῆς Βουλγαρίας, ὀνόματι Κρούμου, καὶ εὑρών τινα στρατὸν τῶν Βουλγάρων ἐπιλέκτων ἐνωπλισμένων, ἀπομεινάντων πρὸς φυλακὴν τοῦ τόπου, ἕως δώδεκα χιλιάδας, συμβαλὼν μετ' αὐτῶν πόλεμον, πάντας ἀπέκτεινεν· ὁμοίως δὲ πάλιν καὶ ἄλλας πεντήκοντα χιλιάδας συναντήσαντας αὐτῷ, συμπλακεὶς αὐτοῖς, πάντας ἀπώλεσεν. Λοιπὸν οὖν ἐπαρθεὶς τῷ φρονήματι καὶ τῇ καρδίᾳ ὁ ταλαίπωρος, ὡς ἤδη διὰ τὰς δικαιοσύνας αὐτοῦ τοῦτο πεποιηκώς ὃ δὴ καὶ ἔλεγε πρὸς τοὺς σὺν αὐτῷ ὄντας· ἰδού, ἔφη, ἡ δικαιοσύνη τί κατεργάζεταιεἰσελθὼν τοίνυν εἰς τὴν αὐλὴν τοῦ Κρούμου, ἐρευνήσας τὰ ταμιεῖα αὐτοῦ καὶ εὑρὼν σκῦλα πλεῖστα, ἤρξατο διαμερίζειν τῷ λαῷ αὐτοῦ ἐν καταγραφῇ χαλκόν τε καὶ ἐσθῆτας καὶ ἄλλα τινὰ εἴδη διάφορα, ἀνοίξας τε τὰς ἀποθήκας τῶν οἴνων αὐτοῦ, διένειμε πᾶσι τοῖς αὐτοῦ, ὥστε πιεῖν εἰς κόρον. Καὶ ἀνελθὼν εἰς τὰ ἄμφοδα τῆς αὐλῆς, διακινῶν εἰς τὰ ἡλιακὰ τῶν οἰκημάτων, ἠγάλλετο καὶ ἔλεγεν· ἰδού, ταῦτα πάντα ὁ Θεὸς παρέδωκέν μοι, καὶ βούλομαι κτίσαι ἐνταῦθα πόλιν ἐπὶ τῷ ὀνόματί μου, ἵνα γίνωμαι ὀνομαστὸς εἰς πάσας τὰς ἔμπροσθεν γενεάς.

Καὶ ποιήσας ἡμέρας τινάς, ἐξῆλθεν ἐκ τῆς αὐλῆς τοῦ ἀθέου Κρούμου, καὶ ἐξερχόμενος ἐνεπύρισε τὰ οἰκήματα πάντα σὺν τῷ περικλείσματι ἐκ ξύλων συγκειμένων. Καὶ λοιπὸν μηκέτι φροντίσας τοῦ ἐξελθεῖν διὰ τάχους, διήρχετο διὰ μέσου τῆς Βουλγαρίας, βουλόμενος ἀπελθεῖν ἕως Σαρδικῆς, νομίσας ὅτι ἐξήλειψεν πᾶσαν τὴν Βουλγαρίαν. Καὶ ποιήσας ἡμέρας ιεʹ ἠλόγησε τῶν κατ' αὐτοῦ πραγμάτων παντελῶς καὶ τραπεὶς τὰς φρένας καὶ δίκην ἐξεστηκότος γεγονώς, οὐκ ἔτι ἦν ἐν ἑαυτῷ, ἀλλ' ἦν πεφυρμένος διὰ παντός, κατεχόμενος τῷ κάρῳ τῆς ἀλαζονείας, καὶ μὴ ἐξερχόμενος ἐκ τῆς σκηνῆς αὐτοῦ, μηδὲ διδούς τινι λόγον ἢ διαταγήν. Καί τινων καταβοώντων αὐτοῦ καὶ τὸν υἱὸν αὐτοῦ ἀποστειλάντων τοῦ λαλῆσαι αὐτῷ περὶ τοῦ ἐξελθεῖν ἐκεῖθεν, οὐδ' ὅλως προσέσχεν, ἀλλὰ μᾶλλον καὶ ἠτίμασε τὸν υἱὸν αὐτοῦ, βουλόμενος αὐτὸν καὶ τύψαι. Ὁ οὖν λαὸς εὑρὼν εὐκαιρίαν ἐπραίδευεν ἀφειδῶς, ἐμπυρίζων τὰς χώρας ἀθερίστους οὖσας, καὶ νευροκοποῦντες τοὺς βόας καὶ λώρους ἐκ τῶν ψυῶν αὐτῶν ἀποσπῶντες, βοῶντα τὰ ζῶα φωνῇ μεγάλῃ καὶ ἀποσπαίροντα, καὶ τὰ πρόβατα κατασφάττοντες, καὶ τοὺς χοίρους καὶ ἃ μὴ θέμις πράττοντες. Λοιπὸν οὖν ἰδόντες τὸ ἀδιάτακτον καὶ ἀσύστατον τοῦ Νικηφόρου τινὲς καὶ ὅτι οὐδεὶς τολμᾷ αὐτῷ λαλῆσαι, κατὰ μικρὸν ἤρξαντο ἀποδιδράσκειν καὶ διὰ μηχανῆς τινος ἐξέρχεσθαι. Ἦσαν δὲ οἱ Βούλγαροι φραγμὸν πεποιηκότες φοβερὸν καὶ δυσδιέξοδον ἀπὸ ξύλων μεγάλων δίκην τείχους.

Λαβόντες οὖν οἱ Βούλγαροι εὐκαιρίαν καὶ θεασάμενοι ἐκ τῶν ὀρέων ὅτι περιεφέροντο πλανώμενοι, μισθωσάμενοι Ἀβάρους καὶ τὰς πέριξ Σκλαβηνίας, καὶ