In Job (homilia 4)

 ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα

 ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· Πόθεν παραγέγονα; Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπα

 νεφελῶν καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς; Ἀλλ' ὅμως ἐπινεύω τῇ αἰτήσει σου, ο

 ἔξω διῆγες, πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι, ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες χρύσεοι στύλοι; Ἀπεσβέσθησ

In Job (homilia 4)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὸν Ἰώβ Ἄγε δὴ καὶ σήμερον, φίλε, γνησιώτερον τοῦ γενναιοτάτου Ἰὼβ τὸν ἄσυλον θησαυρὸν διαψηλαφήσωμεν τῷ λόγῳ· θησαυρὸν οὐ βαλλαντίῳ πεφυλακισμένον , ἀλλ' ἐν οὐρανοῖς ὠχυρωμένον· θησαυρὸν οὐ χρηματικῇ ποσότητι σταθμιζόμενον , ἀλλὰ ψυχικῇ γοργότητι φυλαττόμενον. ∆ιὸ δεῖ τῷ ψυχικῷ θησαυρῷ μᾶλλον ἀγρυπνεῖν ἤπερ τῷ χρηματικῷ θησαυρῷ, ὅπου λῃσταὶ παρακαθέζονται καὶ πολλάκις ἐπαγρυπνοῦσιν, ὅπως τὸν οἰκοδεσπότην νυστάξαι παρασκευάσωσι καὶ τὸν δραπέτην συλήσωσιν. Τῷ δὲ ψυχικῷ θησαυρῷ λῃσταὶ οὐ παρακαθέζονται, ἀλλὰ δαίμονες παραπέμπονται, πῶς τὸν ὀρθὸν λογισμὸν ἀποσυλήσωσιν, πῶς τὴν ἀκίβδηλον πίστιν ἀποβουκολήσωσιν, πῶς τὸν πλοῦτον τῆς ὑπομονῆς διασκεδάσωσιν. Ἄνδρα γὰρ κυρίως φιλόθεον οὐ χρηματικὴ ζημία στυγνάσαι παρασκευάζει, ἀλλὰ λογισμῶν ἐρημία. ∆ιὸ καὶ ὁ κύριος μεγάλην ζημίαν τὴν ψυχικὴν ἀπώλειαν ὑπομνηματίζων ἔλεγε τοῖς ὑπηκόοις· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καὶ πάλιν τοῖς αὐτοῦ μαθηταῖς διαρρήδην ἐκτιθέμενος ἔλεγεν· Γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι ᾗ οὐκ οἴδατε ὥρᾳ ὁ κλέπτης ἔρχεται. Καὶ τίς ὁ κλέπτης; Ὁ τῷ Ἰὼβ ἐπαγρυπνήσας καὶ μηδὲν εὑρών, ἀλλὰ κεναῖς χερσὶ τὸν κόλπον ῥιπίσας. Περὶ τοῦ ψυχικοῦ τοίνυν θησαυροῦ ὁ κύριος παραινῶν ἔλεγεν· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Τοῦτο σαφῶς ἐπιστάμενος ὁ γενναιότατος Ἰὼβ πάσης τῆς ὑπάρξεως κατεφρόνησεν, ἵνα ψυχικὴν ζημίαν μὴ ὑπομείνῃ· βόας παρεῖδεν, ἀρετὰς οὐ παρεῖδεν· προβάτων κατεφρόνησεν, κατορθωμάτων οὐ κατέπτυσεν· τῶν τέκνων τὴν λύπην ἀπεδύσατο , τῶν ἁγίων τὸ κλέος ἐνεδύσατο. ∆ιὸ καὶ ὡς εἶδεν τὸν Ἰὼβ ὁ διάβολος πανταχόθεν ἠσφαλισμένον καὶ μᾶλλον ἔργοις θεοφιλέσι τετειχισμένον ἢ λίθοις λελαξευμένοις, ἀντέβαλλε πρὸς ἑαυτὸν ὁ διάβολος λέγων· Τί ποιήσω; Πῶς τοῦ Ἰὼβ τὸν πλοῦτον συλήσω; Πῶς αὐτὸν ἀποκοιμίσω, ἄνθρωπον ἐν βιωτικοῖς πράγμασιν ἐξεταζόμενον; Πλουτεῖ καὶ οὐ βλασφημεῖ· τοσαύτη δορυφορία καὶ οὐδαμοῦ ἁμαρτία· βασιλεύει καὶ οὐ πταίει, ἀλλ' ἐν πᾶσι βασιλεύει. Αὐτὸς ἐν βασιλείοις, κἀγὼ ἐν ἐρημίᾳ· αὐτὸς δίκαιος καὶ ἄμεμπτος καὶ ἀληθινὸς προσαγορεύεται, ἐγὼ δὲ "ὄφις" καὶ "σκορπίος" καὶ "διάβολος". Τί ποιήσω; Τὸν Ἀδὰμ ἐδελέασα, τὸν Ἄβελ ἐφόνευσα, τὸν Κάϊν ἐκέρδησα, τὸν Νῶε μέθῃ παρέπεμψα, τὸν Χὰμ δουλεύειν παρεσκεύασα, τὸν Ἰακὼβ ἐφυγάδευσα, τὸν Ἡσαῦ τῶν πρωτοτοκίων ἐστέρησα, τὸν Ἰὼβ οὐχ εὑρίσκω παρασαλεῦσαι; Ἔγνων τὸ πρᾶγμα, οἶδα τί πράξω· ἄνωθεν βοηθεῖται, καὶ διὰ τοῦτο εἰς βλάβην οὐ συνωθεῖται. Εἰ συνεχώρησέ μοι ὁ ἐπὶ πάντων θεὸς παραστῆναι μετὰ τῶν ἀγγέλων, ἤμελλον λέγειν πρὸς αὐτόν· "Τί μάτην ὁ Ἰὼβ μακαρίζεται; Μισθῷ σε σέβεται· φυλάττεις αὐτόν, καὶ διὰ τοῦτο μικρὰν εὐχαριστίαν σοι προσφέρει." Ταῦτα πρὸς ἑαυτὸν ὁ διάβολος ἀντιβάλλων προσετίθει πάλιν λέγων ἐν ἑαυτῷ· Καὶ ταῦτά μου λέγοντος πρὸς τὸν κύριον ἀπεκρίνατο λέγων ὁ κύριος πρός με· "Εἰ διὰ τοῦτο μέγαν νομίζεις εἶναι τὸν Ἰώβ, διὰ τὴν τῶν χρημάτων περιουσίαν, δίδωμί σοι τὴν ἐξουσίαν· θέρισον αὐτοῦ τὰ χρήματα, ἵνα μάθῃς ὅτι οὐ χρήμασιν ἀλλὰ κατορθώμασιν ἐπερείδεται." Εἰ ταύτην τὴν ἀπόκρισιν ἔλαβον παρὰ τοῦ κυρίου, καὶ ἔγνων ἀσφαλῶς ὅτι οὐκέτι ἀντέχεται τῷ Ἰώβ, ἐγνώριζον πᾶσι τοῖς παροῦσι καὶ τῷ ἐπάνω πάντων οἷος βλάσφημός ἐστιν ὁ Ἰώβ. Ἄκουε συνετῶς. Ταύτας τοῦ διαβόλου τὰς κατὰ διάνοιαν κατὰ τοῦ Ἰὼβ μηχανὰς ἡ θεία γραφὴ ἐπροσωποποίησε καὶ