1

 2

 3

 4

 5

 6

1

In ramos palmarum (homilia 2)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὰ βαΐα Τοὺς εὐσεβείας καθήκει μύστας μὴ τὴν χάριν μόνον ἀσπάζεσθαι, ἀλλὰ καὶ τὸν νόμον περιπτύσσεσθαι· ἃ γὰρ ἡ χάρις ἐβεβαίωσεν, ταῦτα καὶ ὁ νόμος προεκήρυξεν· καὶ ἃ ὁ νόμος προεζωγράφησεν, ταῦτα καὶ ἡ χάρις ἐσφράγισεν. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος, ὁ καὶ τὸν νόμον ὡς λύχνον ἅψας καὶ τὴν χάριν ὡς λαμπάδα φωτίσας, λέγων πρὸς Ἰουδαίους· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν ἃ παρ' ἐμοῦ μεμάθηκεν. Καὶ ὅτι εἷς καὶ ὁ αὐτὸς κύριος, ὁ καὶ διὰ τῶν προφητῶν τὰ μέλλοντα ἀναφωνήσας καὶ διὰ τῶν εὐαγγελιστῶν τὰ προλεχθέντα βεβαιώσας, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ καὶ ἔκραζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἁρμόζουσα ὄντως τῷ σωτῆρι ἡ ὑμνολογία, πρέπουσα τῷ τροπαιούχῳ ἡ εὐλογία. Ἐπινίκιον τὸ τοῦ ὄχλου μέλος· ἤδη γὰρ ὠσφράνθησαν τὴν ζωηφόρον τοῦ Χριστοῦ εὐωδίαν, τὴν τοῦ θανάτου ἧτταν ἐμφαίνουσαν. Εὐλογημένος ὁ ἐρχόμενος δοῦναι ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐ ποδῶν στερρότητι, ἀλλὰ πίστεως ἑδράσματι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ἵνα καὶ τὸν αὐτὸν μισθὸν ἀποδώσῃ τοῖς ἀπὸ τῆς πρώτης ὥρας καὶ τοῖς ἑνδεκάτῃ ὥρᾳ εἰς τὸν πνευματικὸν τούτου ἀμπελῶνα ἐργαζομένοις· αὐτοῦ γὰρ ἀγαθοῦ τυγχάνοντος Ἰουδαϊκὸς πονηρὸς ὀφθαλμὸς οὐ ταράττει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου τὸ διαβολικὸν μεσότοιχον λῦσαι καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια συνάψαι· ὅπου γὰρ μία βασιλεία, ἐκεῖ καὶ πᾶσα τυραννὶς διαλέλυται. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. ∆ιὰ τί βασιλεὺς τοῦ Ἰσραὴλ μόνον, οὐχὶ δὲ πάντων τῶν περάτων τῆς γῆς ὁ Χριστὸς ἀναδέδεικται; Ἄκουε συνετῶς. Ἰσραὴλ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. Ὅσοι οὖν ἀπὸ διανοίας ὁρῶσι θεόν, οὗτοι βασιλεύονται ὑπὸ τοῦ δεσπότου Χριστοῦ. Οὐ γὰρ ἀνάγκῃ καλεῖ Χριστός, ἀλλὰ διαθέσει πείθει, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Βαΐα φοινίκων ὁ ὄχλος ἔλαβεν, ἵνα τὸν φοίνικα τῆς δικαιοσύνης Χριστὸν εὐφημήσωσιν. Περὶ γὰρ αὐτοῦ ὁ προφήτης ἔλεγεν· ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ∆ιὰ τί φοῖνιξ καὶ κέδρος ὁ δεσπότης Χριστὸς προσαγορεύεται; ∆ιὰ τὸ πάθος τῆς σαρκός, ὅπερ ἑκουσίως διὰ σταυροῦ ὑπομεῖναι κατεδέξατο, καὶ τὸ ἔγκαρπον τῆς θεότητος. Καὶ γὰρ τῆς σαρκὸς αὐτοῦ παθούσης ἡ θεότης ἀπαθὴς διέμεινεν, καθώς φησιν ὁ προφήτης περὶ τῆς σαρκὸς τοῦ κυρίου ἐν τῷ πάθει· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Κέδρος δὲ πάλιν ὀνομάζεται διὰ τὸ ὑψηλὸν τῆς θεότητος καὶ τὸ ἄσηπτον τῆς ἀνθρωπότητος. Εἰ γὰρ καὶ ἐτάφη, ἀλλ' ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν· ἐμείωσε δὲ μᾶλλον τοὺς διαβολικοὺς σῆτας καὶ ἔμεινε σῶος. Ταύτην τὴν εὐλογημένην φωνὴν τοῦ ὄχλου τὴν εὔφημον ἐκ πολλῶν τῶν χρόνων ὁ δεσπότης Χριστὸς προθεωρήσας τῷ ἀπλανεῖ τῆς θεότητος βλέμματι, ἐβόα διὰ Ἡσαΐου τοῦ προφήτου