In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi)

 ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλ

 πάλιν ἀποκτεῖναι; Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γενν

 ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ

 

In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi)

̓Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα

Ηδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσμα τα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λά ζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προσ τρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον· ὥσπερ γὰρ ἐν τοῖς παροῦσι βασιλέως ἐπιστρατεύσαντος τυράννῳ καὶ μετὰ νίκης ὑποστρέφοντος πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως πρὸ τῆς πόλεως συναντῶσιν ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐκ ἔνδοξος ἔρως ἀλλ' ἐπινίκιος πόθος, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλέως τροπαιούχου ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐμήνυον, ὅτι νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὅτι θεὸς ὁ γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ φωναὶ αἱ τότε μὲν λεχθεῖσαι, νῦν δὲ παραναγνωσθεῖσαι καὶ τοῖς συνετοῖς θεῖα μυστήρια παραγυμνοῦσαι. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία καὶ κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος, γῆν πατοῦντος καὶ οὐρανὸν χωροβατοῦντος, σῶμα περικειμένου καὶ τὰ τῶν ἀσωμάτων μετερχομένου, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν. Ἄνωθεν καὶ οὗτοι ὡς Πέτρος τὴν ἀποκάλυψιν ἐδέξαντο· ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ ὁ κύριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ' ἐκ τοῦ πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν μακαρίζων αὐτὸν ἔλεγεν· Μακάριος εἶ

1

, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς ἐβόα πρὸς τὸν κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δέ τινας ὡς εἰκὸς εἰπεῖν· Καὶ πόθεν ἡμῖν ἀποδείξεις ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; Πόθεν ὑμῖν ἀποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων. Ἰδόντες γάρ φησιν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ ∆αυΐδ, ἠγανάκτησαν καὶ εἶπαν τῷ Ἰησοῦ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε· Ἐκ στομάτων νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ σωτῆρα καὶ βασιλέα καὶ κύριον προσαγορεύοντες. Ὅθεν καὶ παντί που δῆλον ὅτι ἄνωθεν