In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi)

 πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ

 ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; ∆ιὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ

 πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν

 τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων

In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὰ προφωτίσματα καὶ εἰς τὰ βαΐα καὶ εἰς τὴν ἔγερσιν τοῦ Λαζάρου

Ἤδη τῆς δεσποτικῆς πανηγύρεως παρακύπτει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σήμαντρα, ἤδη τοῦ ἀΰλου νυμφίου προλάμπει τὰ πέπλα, ἤδη τῆς καθολικῆς ἀναστάσεως προεαρίζουσιν αἱ ἡδοναί, ἤδη ὁ τῆς ἀναστάσεως ἀρραβὼν προλάμπει ὃν δεξάμενος ὁ Λάζαρος τῷ κυρίῳ συνέστιος γίνεται, ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς προστρέχοντας εὐωδιάζει, ἤδη οἱ τοῦ βασιλέως πιστοὶ φύλακες τὴν μεγαλόπολιν ταύτην κατέλαβον, ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἤκουες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ, ὁ ἄρρητος. Εὐλογημένος ὁ ἐρχόμενος καὶ μεθ' ἡμῶν εὑρισκόμενος καὶ ἔξω τῶν πάντων μηδαμῶς γινόμενος.

1

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον· ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῦ βασιλέως ἐπιστρατεύσαντος τυράννῳ, καὶ ἐκ τῆς νίκης ὑποστρέφοντι πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως συναντῶσιν ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἀντὶ ῥόδων ἐγκώμια βάλλοντες ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐ κενόδοξος ἔρως ἀλλ' ἐπινίκιος πόθος, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλεῖ τροπαιούχῳ ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐγνώριζον ὡς νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὡς θεὸς <ὁ> γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ τότε μὲν βληθεῖσαι φωναί, νυνὶ δὲ παραναγνωσθεῖσαι, ἐν τοῖς θείοις δὲ μυστηρίοις ἀνθοῦσαι. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία, οὕτως καὶ κάτω φιλανθρωπία. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἀγγελικὴν διακονίαν μετῄεισαν, γῆν πατοῦντες καὶ οὐρανὸν χωροβατοῦντες, σῶμα περικείμενοι καὶ τὰ τῶν ἀσωμάτων μετερχόμενοι, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστο λικοὶ τὴν καλλονήν, ἄνωθεν καὶ οὐ κάτωθεν τὴν ἑρμηνείαν δεξάμενοι. Ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ τῆς θείας ἄνωθεν πατρόθεν ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντοςδιὸ καὶ ὁ κύριος ἐμφαίνων αὐτῷ καὶ μακαρίζων καὶ γνωρίζων ὅτι οὐκ ἐξ οἰκείας μελέτης, ἀλλὰ πατρόθεν ἔλαβε τὴν ἀποκάλυψιν ἔλεγεν· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς πρὸς τὸν κύριον ἔβαλλε λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις ὅτι ὁ Ἰουδαϊκὸς ὄχλος ἄνωθεν ἔλαβε τὴν μαρτυρίαν; Πόθεν; Ἐξ αὐτῶν τῶν φωνῶν καὶ τῆς ἁρμοδίου εὐφημίας. Εἰ μὲν γάρ τινας λιτὰς ἔβαλλον φωνάς, οἴκοθεν ἐποιοῦντο τὴν εὐφημίαν· εἰ δὲ καὶ σωτῆρα καὶ βασιλέα καὶ κύριον καὶ ὡσαννὰ προσηγόρευον, παντί που δῆλον ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν γὰρ ἐγνώριζεν ὁ ὄχλος τὸν κύριον βασιλέα; Οὐκ ἐφόρει διάδημα κοσμικόν, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα χρυσοκόλλητα, οὐκ ἐπωχεῖτο ἅρματι