In resurrectionem domini (homilia 9)

 ὁμοιόσχημα φοροῦσιν, τὴν παλαιότητα τοῦ Ἀδὰμ ἀποδυσάμενοι καὶ τὴν καινότητα τοῦ δεσπότου Χριστοῦ ἠμφιεσμένοι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Ὅσ

In resurrectionem domini (homilia 9)

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Εὔκαιρον καὶ παναρμόνιον καὶ πρέπον τῷ παρόντι καιρῷ πεισθέντας ἡμᾶς τῷ ἱεροψάλτῃ ∆αυῒδ λέγειν ἅπερ ἀρτίως ὑπεψάλλομεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὄντως ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν, ὅτι εἴδομεν ὃ ἐπεθυμήσαμεν, ὅτι ἐψηλαφήσαμεν ὃ ἐζητήσαμεν, ὅτι κατενοήσαμεν ὃ προσεδοκήσαμεν, ὅτι τὸ ἔαρ τῶν Χριστιανῶν ἀνέτειλεν, ὅτι ἀνέτειλε τῶν ὁσίων τὰ ἄνθη, ὅτι ὑψώθη τῶν νεοφωτίστων τὰ κρίνα, ὅτι λάμπει τῆς κολυμβήθρας τὰ τέκνα. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ ἡμέρα, πάσης ἡμέρας ἡμέρα, ὦ ἡμέρα, ἡ τὸ σκότος τῆς ἀγνωσίας παύσασα καὶ τὸ φῶς τῆς γνώσεως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὴν νύκτα τῆς συναγωγῆς ἀχρειώσασα καὶ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ὦ ἡμέρα, ἡ τὸν ζόφον τῶν ἀπίστων καταργήσασα καὶ τὸν λόγον τῶν πιστῶν κατευνάσασα, ὦ ἡμέρα , ἡ βασιλέα καὶ ἰδιώτην ὡσαύτως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὸν διάβολον συλήσασα καὶ μηδένα χρεώστην καταλείψασα, ὦ ἡμέρα, ἡ τοὺς πρὸ τούτου δούλους νῦν τῶν δεσποτῶν ἱερεῖς ἀναδείξασα, ὦ ἡμέρα, ἡ τοσαύτας λογικὰς περιστερὰς τῷ θυσιαστηρίῳ παραστήσασα. Ποῦ νῦν τῶν Σαββατιανῶν οἱ κόρακες βόσκονται; Ποῦ τῶν συλησάντων τὸ πάσχα τὰ μάταια προβλήματα; Πότε ὁ διάβολος ἀθρόως ἀπώλεσε παῖδας, τότε ἢ νῦν; Πότε τὸ δεσποτικὸν τῆς διδασκαλίας δίκτυον τοσούτους λογικοὺς νεοττοὺς ἐζώγρησεν, τότε ἢ νῦν;

1

Πότε ὁ οὐρανὸς τῆς ἀναστάσεως τοσούτους λογικοὺς ἀστέρας ἐπὶ γῆς ἀνέδειξεν, τότε ἢ νῦν; Πότε τὰ ἐλαίῳ καὶ κηρῷ ἀρδευόμενα φῶτα τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντισεν, τότε ἢ νῦν; Πότε οἴκων θυρίδες, πυλῶνές τε καὶ προπύλαια τοσαύτην λύχνων ἐφόρεσαν πεζίδα, τότε ἢ νῦν; Οὐ πείθει σε, κλεψοπασχίτα, τὰ ῥήματα; Πληροφορείτω σε τὰ μηνύματα. Οὐχ ὁρᾷς σήμερον πάντα τὰ ὑπ' οὐρανὸν λαμπροῖς πέπλοις καλλωπιζόμενα; Σὺ δὲ οὔτε ἐν τῷ προσαγορευομένῳ σου πάσχα δεδοικὼς καθαρὰν ἐφόρεσας ἐσθῆτα, οὔτε νῦν ἐν τῇ πανδήμῳ ἑορτῇ ἐρυθριῶν λαμπρὰν περιβέβλησαι στολήν. Πῶς οὖν ἑώρτασας, ὁ μηδέποτε καθαροῖς ἠμφιεσμένος; Ἔστι δὲ πάντως εἰπεῖν τινα ἐξ αὐτῶν· Τί οὖν; Καθαρὸν ἔνδυμα σῴζει τὸν ἄνθρωπον; Εἰ μὴ δέ τις ἀμφιάσηται τὴν στολὴν ἑορτάζων, οὐκ ἑορτάζει; Ἄκουε, ὁ ταῦτα λέγων· κυρίως μὲν ἔνδυμα καθαρὸν οὐ σῴζει τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴ ἔκλαμπρος καὶ βίος ἐνάρετος· δεῖ δὲ παντὶ τρόπῳ τὸν τὴν ἀνάστασιν ἑορτάζοντα ἀναλόγως τῆς ἑορτῆς φορεῖν τὸ ἔνδυμα, καθ' ὅσον ἔχει, οὐ καθ' ὃ οὐκ ἔχει. Οὕτω γὰρ καὶ σήμερον παρ' ἡμῖν καὶ οἱ πτωχοὶ βασιλικοῖς τοῖς πέπλοις τῇ προθέσει κοσμοῦνται. ∆ιὸ δεῖ τοὺς υἱοὺς τῆς ἀναστάσεως καὶ τῷ ψυχικῷ ἐνδύματι καὶ τῷ σωματικῷ ἐξάσπρους καὶ καθαροὺς ὑπάρχειν, μήποτε ἀνεπιτηδείων ἡμῶν εὑρεθέντων ἀκού σωμεν παρὰ τοῦ νυμφίου Χριστοῦ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Οὕτω γὰρ καὶ αὐτὸς ὁ τῆς ἀναστάσεως τροπαιοῦχος Χριστὸς τὴν ἀνάστασιν μηνύων ἐν τῷ ὄρει τῆς μεταμορφώσεως, οὐ μόνον τὸ πρόσωπον ἔξασπρον ἀπέδειξεν, ἀλλὰ καὶ τὸν ἱματισμὸν ὑπερήστραψεν, ὡς ἕνα τῶν εὐαγγελιστῶν ἀπομνημονεύσαντα λέγειν· Καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα, λευκὰ ὡς χιών, οἷα οὐ μὴ δυνηθῇ κναφεὺς ἐπὶ γῆς λευκᾶναι. ∆ιὰ τοῦτο καὶ οἱ υἱοὶ τῆς ἀναστάσεως, καθὼς ὁρᾶτε, οὐ μόνον τὴν στολὴν λαμπράν, ἀλλὰ καὶ τὰ ὑποδήματα