Opuscula logica, physica, allegorica, alia De vita philosophica Ἐρωτᾷς ποίαν αἱρεῖσθαι δεῖ τῶν ζωῶν τὸν φιλόσοφον, ἵν' ἐκείνην ἔχων τῶν ἄλλων μὴ δέητα

 καὶ κατὰ μέρος, καὶ ὡς ἔτυχεν ἕκαστος ἕξεως, ἐτεχνάσαντο· ἀλλ' ὥσπερ κεφαλὴ καὶ θώραξ καρδία τε καὶ ἧπαρ μέρη τοῦ παντός εἰσι σώματος, οὕτω δὴ καί, εἴ

 περιττά, διεσπασμένος δὲ ὁ νοῦς καὶ τοῖς καθ' ἕκαστα μεριζόμενος. Εἰ γοῦν τις τῶν εἰς ἕξιν ἐπιστήμης ἐληλυθότων τὰ συγκεχυμένα ταῦτ' ἐς ταὐτὸ συνήνεγκ

 Αἰγυπτίων φρονεῖ, ἵπποι αὐτόματοι πλάττονται καὶ ὀχήματα θεῶν εὐήνια πτερῶν τε βλάστησις καὶ τούτων αὖθις ἀπορροή, Ἑστία τε μένουσα τῶν ἕνδεκα κινουμέ

 δὲ διαφερόντως τὴν σοφίαν Αἰγύπτιοι, ὡς καὶ ὁ λόγος φησίν. οὗτοι γὰρ πρῶτοι τὴν ψυχὴν ἀπαθανατίσαντες ἕλξεσι καὶ πλάναις ἀμυθήτοις ἠνάγκασαν καὶ μέχρι

 Σεμαράμ· πόλις δὲ αὕτη Βαβυλωνίων· τὸ γὰρ ὄνομα δηλοῖ σύγχυσιν· ἐκεῖ γὰρ πρώτως ὁ τῶν γλωσσῶν γέγονε διαμερισμός. τὴν δὲ τοῦ πατρὸς Θάρρα ἀθετήσας ἀσέ

 σωμάτων εἶναι αὐτὰς δογματίζομεν, χρησμοῖς δὲ καὶ μαντεύμασι καὶ ὅσα περὶ θεαγωγίας φασίν, ὡς ἀπειρημένοις τὸν νοῦν οὐ προσέχομεν. Ἑβραίων δὲ τὴν περι

 ἀλγεῖν μηδὲ δυστυχεῖν, ἀλλ' ἐν τῇ τοῦ ἀληθινοῦ ἀγαθοῦ κτήσει· τοῦτο γὰρ χρὴ λαμβάνειν μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητεῖ ἐν αὐ

 λογικῶν γεννημάτων οὐδὲ τὸ πρὸς τοσοῦτον τὸν τόκον ἀπογινώσκων ἡμᾶς, ὃν αὐτὸς μόνος Ἀριστοτέλης κυήσας ἂν καὶ ἀπέτεκεν. εἰ μὲν γὰρ ἐξ ὧν πολλάκις ὁμοῦ

 Ἡρακλῆς πρὸς τὸν Εὐρυσθέα οὐκ εἶχε καταφυγεῖν· οὔτε γὰρ ἐκεῖνος τοιοῦτος τὴν δύναμιν, οὔτε οὗτος μικρᾶς τῆς προσθήκης ἐδεῖτο, καὶ διὰ τοῦτο παρελαμβάν

 ὁρισμούς. τρία δὲ αὐτῶν τὰ ὀνόματα, τρεῖς ἄρα καὶ οἱ ὁρισμοί. καὶ κείσθω τῷ λόγῳ ὁ Σωκράτης τριχῶς ὁριζόμενος· Σωκράτης γάρ ἐστι καὶ ἄνθρωπος καὶ ζῷον

 δέ τινες τοὺς αὐτοὺς συνωνύμους ἐνιαχοῦ τῶν ἰδίων συγγραμμάτων εἰρήκασι, πόρρω τοῦ τῆς ἀληθείας μεγέθους ἀποπεπτώκασιν, ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔ

 «Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον.» εἶτα δὴ ἀποροῦσιν οἵ γε σπουδαιότεροι τῶν φιλοσόφων καὶ γενναιότατοι, πῶς δὴ αὐθύπαρκτος αὕτη, ᾗ γε τὸ εἶναι οὐ παρ'

 τελικώτατον αἴτιον· πάντα γὰρ τἀγαθοῦ δεῖται καὶ οὐδὲν τῆς ἀγαθότητος κρεῖττον εἰς ἡμᾶς ἥκει. οὗτος οὖν ὁ παρ' ἡμῖν μὲν θεὸς ὀνομαζόμενος, παρὰ δὲ τοῖ

 καὶ κινητὸς μόνον, ἐπεὶ δὲ προσεχής ἐστι τῇ ψυχῇ, καὶ αὐτοκίνητος. Ταῦτα δὲ πάντα διηριθμησάμην ὁμοῦ μὲν ὑμᾶς εἰς πολυμάθειαν ἄγων, ὁμοῦ δὲ καὶ ταῖς Ἑ

 ἂν εἰς τὴν προτέραν ἀρχὴν ἀναβῇς. οὐδὲν οὖν τῶν ὄντων αὐθυπόστατον ὡς ἀφ' ἑαυτοῦ τὴν γέννησιν ἔχον. αὐθυποστάτους δέ φαμεν τὰς οὐσίας οὐχ ὅτι μὴ παρ'

 ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον εἴ τις ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτ

 δὲ μέρος πρὸς ὅλον ἔχει τὸ εἶναι· τὸ γὰρ μέρος ὅλου μέρος καὶ τὸ ὅλον μερῶν ὅλον. ἡ μὲν γὰρ οὐσία ὡς καθ' αὑτὸ οὖσα ἀποδέδοται, τὰ δὲ πρός τι κατὰ τὴν

 ἐμψύχων, τὸ δὲ χρῶμα τὴν ἐξ ἐπιπολῆς φασιν ἐπιφάνειαν. Καὶ ἵνα σοι πάλιν ἐπιδρομάδην περὶ τῶν εἰδῶν εἴποιμι τῆς ποιότητος, ἡ μὲν ἕξις ἐστὶν ἐπίτασις δ

 11 Περὶ τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν Ἠρώτησας τίς ἐστιν ὁ σκοπὸς τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν. σκοπὸς οὖν ἐστιν αὐτῷ π

 ἀληθές. πλὴν τὸ καθόλου κατηγορικὸν ἐν μὲν τῷ μέσῳ καὶ τῷ τρίτῳ δείκνυται, ἐν δὲ τῷ πρώτῳ οὐ δείκνυται. ἀντικείμεναι δέ εἰσι προτάσεις κατὰ μὲν τὴν λέ

 συστοίχων, εἰ ὁμοίως ἀκολουθοῦσι καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι· ἅμα γὰρ ἑνὶ καὶ πᾶσιν ὑπάρχει ἢ οὐχ ὑπάρχει· οἷον εἰ ἡ δικαιοσύνη ἐπιστήμη τις, κα

 ὁ πεζόν· καὶ ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους ἀεὶ σημαίνει, τὸ δὲ γένος τῆς διαφορᾶς οὔ· ὁ μὲν γὰρ εἰπὼν πεζὸν ποιόν τι ζῷον λέγει, ὁ δὲ ζῷον εἰπ

 διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν. ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. Περὶ δὲ τῆς οὕτω διαλεκτικῆ

 τὴν μάθησιν διδάσκειν ἐστί· τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν». Οἱ μὲν οὖν παρὰ τὴν λέξιν παραλογισμοὶ οὗτοι· τῶν δ' ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐ

 πρότασιν ποιεῖσθαι τὸ πρόβλημα· οἷον «ἡ ψυχὴ ἄφθαρτος· τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος». οὐδὲν ἀποδέδεικται, ἀλλὰ τὸ ἐξ ἀρχῆς ᾔτηται· ταὐτὸν

 ἀποστολικὸν ἢ ἄλλως πατρικὸν οὐκ ἔστιν ἐν τοῖς παρ' ἡμῖν λόγοις· ἐθάρρησαν δέ τινες τῶν ἄγαν ἐν ἡμῖν μεταρσίων αὐτίκα ψυχοῦσθαι τὸ σπέρμα τῆς μήτρας ἐ

 τῆς κεφαλῆς τοῦ ζῴου ἐπάρχοντος ὅλων τῶν μηνίγγων καὶ τοῦ ἐγκεφάλου, ᾗ ἐκεῖθεν εἰς τοῦτο τὸ μέρος ἀκτινοβολεῖ, εἰ μὲν ἐν καλῷ κειμένου τοῦ ἀστέρος καὶ

 ἔνδον τε τὰ γεννητικὰ κατέσχε μόρια καὶ θῆλυ τὸ κυούμενον ἐπλαστούργησεν. ὁ μὲν γὰρ δεξιὸς τῆς μήτρας κόλπος ἄνωθεν ἀπὸ τῆς κοίλης φλεβὸς τὴν ἀρχὴν λα

 δυνάμεις γίνεται, ἔστι δὲ οἷς καὶ ἀφρονέστατα· τοῖς δὲ ἀσελγεστέροις ῥωμαλεώτερά τε καὶ θαρραλεώτερα καὶ τὴν πρακτικὴν σύνεσιν ἀκριβέστερα. οἱ μὲν γὰρ

 ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνὴν καὶ μέγα βοᾷ. καὶ τό γε θαυμασιώτερον, δέδοικεν τοῦτον ὁ λέων ἰδών, ὅτι οὗτος μὲν τῆς σεληνιακῆς

 ιʹ. Τίς ἡ αἰτία δι' ἣν ἐπὶ τῶν στασίμων ὑδάτων κύκλους ποιοῦσι τὰ πίπτοντα σώματα μείζονας καὶ ἐλάττονασ Ἀπορεῖς πῶς ἐπὶ τῶν στασίμων ὑδάτων πᾶν εἴ τι

 εὔθλαστα μέν, μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, οὐ θλαστὰ ἀλλὰ πιεστά. πιέζεται δὲ ὅσα πόρους ἔχει κενοὺς συγγενοῦς σώματος. ἀπίεστα δὲ τὰ

 τῆς καθ' ἣν ζῶμεν δυνάμεως, ἤγουν τῆς τε θρεπτικῆς καὶ αὐξητικῆς, τῷ λόγῳ δὲ διάφορον· οὐ γὰρ καθ' ὃ τρέφει καὶ αὔξει, κατὰ τοῦτο καὶ αἰσθάνεται ἤτοι

 αὐτὰ ἐφ' ὅσον ἱκανόν ἐστι, τὸ δὲ λοιπὸν ἀποκρίνει. οὐχ ὡς μὴ κατεργαζομένης δὲ τὴν τροφὴν τῆς γαστρὸς εἶπε κατεργάζεσθαι ταύτην ὑπὸ τῆς κάτω κοιλίας,

 γίνεσθαι ἔχει τὸ εἶναι. εἴη γὰρ καθάπερ ὕδωρ τηκομένης χιόνος ἄλλου καὶ ἄλλου γινομένου, καὶ ὥσπερ ἐν τούτῳ οὐκέτι ὕδωρ γίνεται τακείσης ὅλης τῆς χιόν

 ξηρὸν ἐμπεσόντες, ὅταν ἀσπαρίζωσιν. ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα τὰ ἀναπνέοντα, γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως

 τὸ πῦρ. Γένεσίς ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ζωῆς, ζωὴ ἡ μονὴ ταύτης. νεότης ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας ἡ τούτ

 ἐξάλλονται. Ἀρκτέον οὖν ἀπὸ τῆς πάχνης καὶ περὶ ταύτης πρῶτον φυσιολογητέον. αὕτη τοιγαροῦν ἐν ἀλεεινοῖς μὲν χωρίοις καὶ θέρους ἥκιστα γίνεται, ἐν δὲ

 θερμὸς μέν ἐστιν, ὡς ἴσμεν, οὐ μέντοι πῦρ αὐτενέργητον, ἐξάπτεται δὲ κινηθείς. ἐπεὶ οὖν τοιαύτη ἡ τοῦ ὑπεκκαύματος φύσις ἐστί, κινεῖται δὲ διὰ τὴν συμ

 διασπασθέντος, ὁ δὲ ὑετὸς ὥσπερ θυλάκου διαρραγέντος κατηνέχθη εὐθύς, ὁ δὲ τῆς ῥήξεως ἦχος τὴν βροντὴν ἀπετέλεσεν. ἀλλ' ἐκεῖ μὲν δεῖ πρῶτον ῥαγῆναι τὸ

 παραδείσου, νῦν δὲ καὶ τῆς γῆς ἐπιβασκαίνων ἐξάγειν πειρᾶται. Ὑμεῖς μὲν οὖν δοκεῖτέ μοι οἴεσθαι, ὅτι πλέον τοῦ δέοντος τὸν λόγον ἐξέτεινα· ἐγὼ δὲ καὶ

 ἀτμίδος· ἡ δὲ χάλαζα ψυχροτέρου, λέγω δὴ τοῦ ὕδατος. ὥσπερ δὲ χιὼν χαλάζης ψυχροτέρα, οὕτως καὶ πάχνη κρυστάλλου· ἀλλὰ διὰ τὸ ἀντιβαίνειν χάλαζά τε δο

 ἐνεργείᾳ ἡ ὕλη τῶν ἀνέμων συναθροιζομένη, ἀλλὰ γίνεται διηνεκῶς τῆς ἀτμίδος μεταβαλλούσης. Τεσσάρων δὲ ὄντων ἀνέμων καθολικωτέρων-δώδεκα γὰρ τὸν ἀριθμ

 πνεῖ, ἀλλ' ἀπὸ τοῦ θερινοῦ τροπικοῦ. 22 Τοῦ αὐτοῦ περὶ βροντῆς, ἀστραπῆς, κεραυνοῦ, πρηστῆρος, ἐκνεφίου καὶ τυφῶνος. Εἰκός τι ποιεῖς ἐπισυνάπτων ἡμῖν

 ψυχρὸς μέν ἐστι κατ' οὐσίαν, θερμὸς δὲ γίνεται ἐν ὥρᾳ θερμῇ. Πνέουσι δὲ οἱ ἐτησίαι μάλιστα θέρους διὰ τὸ ἀνιόντα τὸν ἥλιον ἐπὶ βορρᾶν λύειν τὴν χιόνα

 τὸ ἐν τῇ ἁλουργίδι χρῶμα· ἡ δ' ἅλως λευκὸν μόνον ἔχει τὸ χρῶμα. καὶ ἡ μὲν <ἅλως ἐπὶ ὁμαλοῖς καὶ ὁμοιομερέσι γίνεται νέφεσι, ἡ δ'> ἶρις ἐπὶ ἀνωμάλοις κ

 ἐπειδὴ ἐπὶ πυκνοῦ ἡ ὄψι ῥᾳδίως μᾶλλον ἀνακλᾶται καὶ συντόμως, ἀπὸ δ' ὁμαλοῦ ἓν καὶ τὸ αὐτὸ χρῶμα διασῴζεται. ἐπεὶ οὖν ἀπὸ πυκνοῦ καὶ ὁμαλοῦ ἡ ἀνάκλασι

 πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. Ὁ δὲ γαλαξίας, ὅπερ ἐστὶν ὁ κομήτης περὶ ἕνα ἀστέρα καὶ ὅπερ ἐστὶν ἅλως περὶ σελήνην ἢ περὶ ἥλιον, τοῦτ

 δὲ βράσται, ἐπικλινίαι μὲν οἱ κυματηδὸν ἐπὶ τὰ πλάγια σείοντες, βράσται οἱ τινάσσοντες καὶ σείοντες ἄνω καὶ κάτω. εἰσὶ δὲ αὐτῶν οἱ μὲν ῥῆκται μόνον, ο

 ὕδατος, τὸ μὲν περιέχον ἀπήμαντον τὸ δὲ ἐμπεριεχόμενον ἄφαντον ἔδειξεν. οὐχ ἥκιστα δὲ καὶ σκεύεσι χρυσίον ἢ ἀργύριον ἔχουσιν ἐμπεσὼν τῷ ἴσῳ τρόπῳ τὰ μ

 πολλοῖς ὄγκοις καὶ κοίλοις καὶ παντοδαποῖς σχήμασι παντοδαπὴν ἀφίησι φωνήν. Ἤδη δὲ καὶ ὕδατα ἀνερράγη γινομένων σεισμῶν. Ἐν δὲ ταῖς νήσοις ταῖς ποντία

 σύμπαν καὶ τὸ τοῦ παντὸς κεκίνηται στήριγμα καὶ ἡ ἀσφαλὴς ἕδρα τῆς ἡμετέρας φύσεως τῆς ἀντερειδούσης δεῖται χειρός τε καὶ βάσεως. οὕτως εἰς ἔσχατον κί

 κατευθύνοντος τὰ περὶ τὴν γένεσιν μέρη τῆς κτίσεως ἀτακτότερον φέρεται. καὶ τοῦτο μὲν ἀσυνήθεις ἀστέρες περὶ τὸν ὑπέργειον τόπον καινοτομοῦνται ἢ καιν

 συμπάντων δὲ ὅτι τὰ μὲν ἀπ' ἀλλήλων διῄρηται, ὁ δὲ πάντα ἡρμόσατο ἐμμελῶς, μᾶλλον δὲ ἡρμοσμένα παρὰ θεοῦ καὶ τῆς φύσεως εἴληφεν. Εἰ μὲν οὖν τοῖς προσή

 προσεχεστέροις αἰτίοις τὴν πᾶσαν δύναμιν τῶν πραττομένων ἀνατιθέαμεν. ἀλλ' ὥσπερ τἆλλα τε καὶ τὴν φύσιν ἀπὸ θεοῦ παράγομεν, οὕτω δὴ ἐκεῖνά τε καὶ ταύτ

 ἡ ῥομφαία μόνον, ἀλλὰ καὶ ἐπενήνεκται καὶ βέλη δεινὰ καὶ ἀτεχνῶς ἰοῦ θανατηφόρου μεστὰ ἐπὶ τὰς καρδίας ἡμῶν ἐκτετόξευται καὶ κύκλῳ τὸ πῦρ καὶ πανταχόθ

 ἐννοήσας τοῦ ἐσομένου εἰργάσατο μὲν ἐφ' ὁτῳδήποτε, τὸ δ' ἀπετελεύτησε μετὰ τῆς λοιπῆς χρείας καὶ εἰς τὸ νῦν θαυμαζόμενον. Αἰτιολογήσαιτο δ' ἄν τις τὴν

 συμβέβληται δὲ τῷ πράγματι καὶ ἡ ὀροφή, μὴ ἄγαν οὖσα μετέωρος, ἀλλ' οἷον ἐπικειμένη καὶ μὴ διαλύουσα τὴν φωνήν. Ἀλλ', εἴποι τις ἄν, δύναμις ταῦτα λόγο

 τινα ὀνομάζει παράδοξα. καί τινα ἔλεγχον ποιεῖται κλεπτῶν ἀφανῶν, γυρίνων βατράχων τὰς γλώσσας ἀποτέμνων καὶ ταριχεύων, εἶτα ἐπὶ τῆς χρείας ἀλφίτοις ἀ

 ὅλαις ἡμέραις τρισίν. ἄκμων δὲ χαλκέως λυθήσεται ῥᾷστα τραγείῳ χριόμενος αἵματι. καὶ ἀλέκτωρ οὐκ ἄν ποτε ἀνακοκκύσειεν ἐλαίῳ τοὺς μυκτῆρας χριόμενος.

 ἂν κορώνη φθέγξηται δίς, ἔργων ἀγαθῶν καὶ ἡδέων δηλοῖ μετάληψιν· εἰ δὲ ἅπαξ ἢ τρὶς ἢ πεντάκις, τὰ ἐναντία σοι προσημαίνει· εἰ δὲ χρήσεται φωναῖς ἀναμὶ

 ἴσμεν, οὐ μέντοι γε καὶ αὐτοῖς ἐντυγχάνομεν, ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἀπάρξομαι. Αὐτίκα ὁ ἀδάμας· χροιὰν δὲ οὗτος ἔχει ὑελίζουσαν καὶ στιλπνήν, κρατα

 ἑλκώσεις ἰᾶται ποθεὶς μετὰ γάλακτος, ξηραντικός τέ ἐστι καὶ στυπτικὸς καὶ πυρετοῖς ὀξέσιν ἀντίθετος. Σαρδόνυξ· ἡ λίθος αὕτη μέσον ἔχει γραμμὴν λευκήν·

 λεγομένων στοιχείων ἐπραγματευσάμην σοι διασάφησιν. καὶ οὐκ ἀγνοῶ ὡς ἅπαντες οἱ ἀντιδιδόντες τισὶν ὧν εὖ παρ' ἐκείνων πεπόνθασιν ἐλαττοῦν τῷ λόγῳ σπεύ

 καθήκουσιν, ἥ τε ὑπὲρ τὸ πᾶν φύσις ἡ ἐν τῷ μετέχεσθαι φυλάττουσα τὸ ἀμέθεκτον, ἐν τούτοις δὴ τοῖς στοιχείοις συμβολικῶς καὶ ἀπορρήτως ἐγκέκρυπται. δεῖ

 γὰρ καὶ αὐτὰ ὅτι πάντοθεν ἶσον ἑαυτῷ καὶ ὅμοιον τὸ πρῶτον αἴτιον καὶ ἐν οὐδενὶ τὴν οἰκείαν φύσιν ἐκβέβηκεν, ἀλλὰ συναλειπτικώτατόν ἐστιν ἐν ἅπασι καὶ

 ἀπηχούμενα τῶν διφθόγγων πολὺν ἐπισύρεται τὸν ἀπὸ τοῦ πνεύματος ἦχον καὶ διὰ τοῦτο τοῖς θρήνοις ἐκεῖνα κατάλληλα, τὰ δὲ ψιλὰ ταυτὶ ψιλῷ καὶ τῷ πνεύματ

 γνοίη ἡ ψυχή, οἰστρεῖ καὶ μαίνεται καὶ ἀκάθεκτός πώς ἐστι ταῖς ὁρμαῖς, ὅθεν ὅλῳ ποδὶ πρὸς πάντα χωρεῖ ἀπαρεμποδίστοις θέουσα ταῖς κινήσεσι, καὶ ὁμολογ

 δευτέρας μεσόθι διῄρηται· ἡ δὲ σχίζα τῶν διαιρεθέντων ἀπὸ τῆς αὐτῆς ἀρξαμένη ὁρμῆς ἐπὶ μεγίστην χωρεῖ τὴν ἀπόστασιν. ὥσπερ γὰρ ἐν ὀφθαλμῶν καὶ ὀφρύων

 γὰρ τὸ δραστήριον ἐκ τῆς παρακολουθήσεως. τὸ δὲ μύειν ἐπὶ τοσοῦτον ὥστε μὴ δοκεῖν «μικρῷ ἐνὶ σώματι ναίειν» κατὰ τὰ λόγια· ὁ γὰρ δοκῶν οἰκεῖν ἐν αὐτῷ

 καὶ γέγονας οἷον ˉο, νοῦς ἀπηκριβωμένος, καὶ καθαρὸς καὶ εἰς ἑαυτὸν ἀνελιττόμενός τε καὶ ἀποκαθιστάμενος, καὶ τῆς μὲν τοῦ σώματος ἀπηλλάγης φύσεως, πρ

 ῥεύματος ὡς ἐνῆν, οὔπω δὲ τὸ πᾶν ἀπηρύσω, ἀλλ' ἄπλετόν ἐστι πέλαγος τὸ καταλειφθέν, ὃ δὴ ἀμείωτόν ἐστιν ἐσαεί, πληροῦν μὲν τοὺς διψῶντας καὶ προσεγγίζ

 τῶν φαινομένων ἅπτεσθαι συμβολικῶς νουθετοῦν. Τὸ δὲ χῖ καὶ μείζονα τὴν φιλοσοφίαν ὑποβάλλει τοῦ φῖ, ἐπεὶ γὰρ ὃ φαίνεται πολλάκις καὶ παραφαίνεται, ὥσπ

 ἐκεῖθεν καὶ τὸ συνεχὲς τῶν προλαβόντων πρὸς τοῦτο εὑρήσομεν. ἐπεὶ γὰρ τὸ μὲν φῖ τὸ φαινόμενον ὑπεδείκνυε, τὸ δὲ χῖ τὸ χεόμενον καὶ οἷον ἀπορρέον τοῦ θ

 δέ τι καὶ τῶν τελείων παρατεθείκαμεν, ἐν τύπῳ τοῦτο παρεχαράξαμεν καὶ εἰκάσματι καὶ διττὸν τοῦ λόγου τὸ σῶμα ἐπλάσαμεν, καλὸν ὡς ἂν καὶ αὐτὸς φαίης κα

 καὶ τοῦτο ἐν τοῖς ὀνείροις, εἰ ἐπακολουθεῖ τοῖς ὁρωμένοις ἡ ψυχή, εἰ οἶδεν ὅτι μεμύηται, εἰ δοκεῖ φῶς ὁρᾶν, εἰ οἴεται πνεῦμα αὐτὴν ἔξωθεν περιθεῖν ἀνα

 μεταβαίνει τόπους ἢ ἐν τόποις γίνεται, ἀλλ' ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταμείβειν σχέσεις ἀναδέχεται. καὶ ὡς ἂν διατεθῇ, εὑρίσκει σώματα τόποις

 ἐν ἐκείνῳ. καὶ εἴρηται τοῦτο, οἶμαι, τῷ Πλάτωνι καλῶς καὶ βαθείᾳ τῇ γνώμῃ. οὐκ ἄρα διαστήσεις τὸν αἰῶνα οὐδὲ ἐξελίξεις οὐδὲ παρατενεῖς· ὅταν γὰρ τὸ ἀε

 τεχνικοῦ λόγου, μεταβολῆς ἔχον ποιότητα, ὥσπερ εἴ τις ἁλμυρὰ ὕδατα ἐργάσαιτο πότιμα. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν πραγμάτων ἐθαυματούργει Μωσῆς, ἡμῖν δὲ ὁ λ

 τὴν ὁμιλίαν ποιεῖται, τὰ μὲν ἀναφέροντες τὴν διακονίαν ὧν διῳκήσαντο, τὰ δὲ παρ' ἐκείνου προνοητικὴν λαμβάνοντες δύναμιν. Ὁποῖον δὲ καὶ τὸ ὑποδεξάμενο

 οἰκονομεῖν μὲν γὰρ τὰ τῇδε λαχόντες παρὰ θεοῦ, ὁμοῦ τε τὰ τῇδε ἐπιτροπεύουσι καὶ τῶν θείων οὐ διακέκρινται. Φιλοσόφως τοιγαροῦν τῷ ποιητῇ τοῦτο νενόητ

 προστίθησι τὰ καλλίονα. τοιαύτη μὲν καὶ ἡ δευτέρα δόξα περὶ τοῦ ∆ιὸς τοῖς Ἕλλησιν. ἡ δὲ τρίτη ἱστορικωτέρα ἴσως καὶ ἀληθεστέρα· αὐτόν τε γὰρ καὶ τὸν τ

 ἀκόλαστος δὲ τῷ πυρὶ ἡ γλῶττα, ὅτι τοῦτο μόνον τῶν στοιχείων παφλάζει τῇ φύσει καὶ εἰς τὸ ἀεὶ συνηχεῖ· ἥ τε γὰρ γῆ στάσιμος οὖσα καὶ ἀμετάθετος καὶ ἤχ

 ἥ τε ἀληθὴς δόξα τὸ τῆς διανοίας συμπέρασμα, λογικὰ πάντα καὶ θεῖα· ἡ δὲ φαντασία καὶ ἡ αἴσθησις καὶ ὅσα σώματος δεῖται πρὸς τὴν ὑπόστασιν, ἄλογα καὶ

 ἀπέπτη εὐπρόσωπος παρθένος ἐγένετο, οἷον ἀδιάφθορος νοῦς καὶ ἀκήρατος καὶ γυμνὸς τῆς ἔξω περιβολῆς, ὃ δὲ κατεσχέθη θηρίον ἐστὶ τετριχωμένον τοὺς πόδας

 Ἑλλήνων θεολόγοι, καρκίνον καὶ αἰγόκερων, Πλάτων δὲ δύο στόμια ἔφη· τούτων δὲ καρκίνον μὲν εἶναι δι' οὗ κατίασιν αἱ ψυχαί, αἰγόκερων δὲ δι' οὗ ἀνίασιν

 τά τε ὕπερθεν οὐρανοῦ καὶ τὰ νέρθεν πολυπραγμονοῦντες τῆς γῆς. καὶ ὁ μέν τις ὑμῶν τὸ περὶ τὴν χρυσῆν ἅλυσιν, ἕτερος δὲ τὸ περὶ τὴν αἰώραν, καὶ ἁπλῶς ἄ

 τὰ κρείττονα, ἀλλ' οὐ τὰ κρείττονα ἐπέστραπται πρὸς τὰ χείρονα, ἕως ἂν τὴν ἰδίαν τάξιν τηρῇ. οὕτω τοιγαροῦν σῶμα μὲν πρὸς ψυχήν, ψυχὴ δὲ πρὸς νοῦν, νο

 ὅτι διὰ φιλανθρωπίαν ἐν μέσῳ τοῦ παντὸς στήσας ἑαυτόν, κατὰ Πλάτωνα, οἷόν τι παράδειγμα διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως ἡμᾶς πρὸς ἑαυτὸν ἕλκεται, ἀνελκύ

 χρόνῳ συμπαραρρέοντα θνῄσκει τε καὶ διόλλυται, μόνος δὲ ὁ λόγος ἀνθεῖ τε καὶ ἀνηβᾷ καὶ κραταιότερος γίνεται. ἐπεὶ δὲ σωματωθεῖσιν ἡμῖν παραγίνεται, μα

 ὀρυγμαδός, οὐ μὴν καὶ κινηθείσης ἤδη καὶ παυσαμένης. ἀλλὰ τοὐναντίον Ὅμηρος ποιεῖ ἐν τοῖς ἔπεσιν· ἐπεὶ δὴ-γάρ φησι-κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε

 διανοίας ὑπὸ σώφρονι τῇ βακχείᾳ, ἵνα τι τῶν ἀπορρητοτέρων ἐρῶ-, ἀλλ' ὥστε ἐνδείξασθαι ὅτι ἢ τὸ ξύμπαν ἢ ἐκ μέρους βιὸς τῷ Ὁμήρῳ τὸ τόξον ὠνόμασται καὶ

 πρόδρομα τῶν ἰχνῶν εἴδη, νῦν δὲ τὸ ἐπὶ τοῖς εἴδεσιν εἶδος, οὕτω δὴ καὶ τῷ ποιητῇ ἀθρόον μὲν πάντα, ἡ κάμψις, ἡ τάσις, τὸ «λίγξε», ἡ ἰαχή, ἡ τοῦ βέλους

 ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα, ὡς ἀντίποδες- ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ-, τὰ δὲ ὁμολογουμένην, ὥσ

 ὑπόκειται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ προβλήματα, τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ δὲ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς τὸ μηδέ

 ὑποκείμενον ἔχει τὰ ἁπλῶς ὄντα, πόρρω δὲ ὑποκείμενον τὰ τοιῶσδε ὄντα, οἷον τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα. καὶ πάλιν προσεχὲς μὲν τέλος ἔχει τὸ μελετᾶ

 βούλεται δύναται. ἐφ' οἷς καὶ ὁ τέταρτος ὅρος ἕπεται. Μετὰ γοῦν τὸν Πλάτωνα καὶ τὸν Πυθαγόραν διχῶς ὁρισαμένους τὴν φιλοσοφίαν ἔρχεται ὁ Σταγειρίτης σ

 εἰδῶν ἴδιόν τι γεγενημένον, τοῦτο ἐκάλεσαν ἴδιον, οἷον τὸ γελᾶν ἐπ' ἀνθρώπῳ μόνῳ ἐστίν. ὁρῶντες δὲ ὅτι καί τινα συμπίπτει ἐκ τῶν ἔξωθεν τοῖς ἀτόμοις,

 ἐπὶ τοῖς λοιποῖς ὁμοίως οὕτως ἔχει. Σύνοψις τῶν δέκα κατηγοριῶν Οἱ παλαιοὶ ἰδόντες τὰ ἐκ φύσεως πράγματα ὅτι τὰ μέν εἰσιν αὐθύπαρκτα, τὰ δὲ ἐν ἑτέροις

 διαφερόντων τῷ ἀριθμῷ καὶ ποιεῖ τὸ εἶδος, οἷον τὸν ἄνθρωπον· εἰ δὲ ἐπουσιώδης ἐστὶν ἡ φωνὴ ἤγουν ἐπὶ τῇ οὐσίᾳ θεωρουμένη, ἢ <ἐν> ἑνὶ εἴδει θεωρεῖται κ

 ἀναγινώσκῃ, ἀλλὰ καὶ αὐτὸς ἑαυτοῦ διαφέρει παιδός τε ὄντος καὶ ἀνδρωθέντος, καί ποτε μὲν καθεζομένου, ποτὲ δὲ ἀνισταμένου, καὶ ἄλλοτε μὲν καθεύδοντος,

 διαλάβωμεν. Ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον Λέων ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον κατὰ μὲν τὸ ὄνομα κοιν

 ὑποκειμένῳ δὲ οὐκ ἔστιν οὐδενί, οἷον ὁ ἄνθρωπος· κατὰ μὲν τοῦ τινὸς καθυπόκειται ἤγουν κατηγορεῖται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, ὅπερ ἐν ὑποκειμένῳ

 ἀναγομένων καὶ μὴ ὑπ' ἄλληλα γενῶν ἕτεραι αἱ διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί, ὡς ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ ζῷον ὑπὸ τὴν οὐσίαν ἀνάγετ

 σημαίνουσα, ἥτις καὶ κατὰ τῶν συμβεβηκότων φέρεται, καθὸ καὶ ταῦτα οὐσίαι λέγονται ὡς ἐν ταύτῃ τὴν ὕπαρξιν κεκτημένα. οὐσία καὶ ἡ μὴ ἐν ὑποκειμένῳ φύσ

 ἴδιον. διὸ καί φησι «κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι». ὡς γὰρ ἄνωθεν φθάσαντες εἰρήκαμεν, τὸ ἐν ὑποκειμένῳ ὃ ἔν τινι μὴ ὡς μέρος

 τὴν μάχην προσήγαγον· τῇ γὰρ θερμῇ καὶ ξηρᾷ ποιότητι προσπεσοῦσα ἡ ὑγρὰ καὶ ψυχρὰ τὴν ἑτέραν ποιότητα ὤλεσεν. οὐκ ἴδιον δὲ ταύτης τὸ μηδὲν εἶναι ἐναντ

 ἂν ἐν τῷ αὐτῷ τὰ μαχόμενα-, ἀλλὰ «δεκτικὸν» εἶπεν, ἵνα τὴν δύναμιν ἐνδείξηται. Καὶ ταύτης μὲν τῆς οὐσίας τὸ ἴδιον ἐπειπὼν προστίθησιν «εἰ μή τις ἄρα τ

 αὐτοῦ ὥσπερ τινὰ ἀκρογωνιαῖον λίθον· λέγεις γάρ «τρία καὶ τρία ἕξ»· καὶ εἰπὼν τὰ τρία μόνον σιωπᾷς, καὶ αὖθις ἐπιφέρεις ἕτερα τρία, ἅπερ διῃρημένα μέρ

 τὸν τοιοῦτον, ἀλλ' εἰ ἄρα ποιότητα ψυχῆς· διάθεσις γάρ τις ἢ ἕξις τὴν σύστασιν ἔχουσα. ∆έον δὲ γινώσκειν ὅτι ὁ μὲν Ἀριστοτέλης ἐπὶ πάσης γραμμῆς τὸ ἐπ

 ἔχουσι τὴν ποσότητα, οὐδὲν αὐτοῖς ἐστιν ἀντίξουν. εἰ δὲ καὶ περὶ τὴν γραμμὴν εὐθύτης καὶ καμπυλότης εὑρίσκεται καὶ περὶ τὸν ἀριθμὸν περιττὸς καὶ ἄρτιο

 ὀλίγον, ταῦτα δὲ τῶν πρός τί εἰσι πρὸς γὰρ τὸ μικρὸν τὸ μέγα λέγεται καὶ πρὸς τὸ πολὺ τὸ ὀλίγον γνωρίζεται. τὸ δὲ ποιὸν μετὰ τὰ πρός τι ἠρίθμησε, καίτ

 ἐναντιότητα ἐπιδέχεται καὶ τὰ περὶ αὐτὴν πρός τι ὑποδέξεται, {ὅμοιον γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ} <οἷον> ἀρετῇ κακία ἐναντία καὶ σπουδαίῳ κακός.

 ἐὰν μὴ κυρίως ἡ ἀπόδοσις γίνηται καὶ ἐξισάζουσα καὶ πρὸς ὃ λέγεται· οἷον ὁ δοῦλος ἐὰν μὴ δεσπότου ἀλλὰ ἀνθρώπου ἀποδοθῇ, οὐ καλῶς ἡ ἀντιστροφὴ δείκνυτ

 τὴν αἴσθησιν μήτε αἰσθήσει ὑποπίπτοντα μήτε δεκτὰ ὄντα αἰσθήσεως. ἡ δέ γε αἴσθησις ἀναιρεθεῖσα οὐκ ἀναιρήσει τὸ αἰσθητόν· οὐδὲ γὰρ ἀντιστρέφει. ἐπεὶ π

 αὗται δὲ πάλιν αἱ ἁπλαῖ φωναὶ διαφέρονται πρὸς ἀλλήλας γενικαῖς τισι διαφοραῖς· αἱ μὲν γὰρ αὐτῶν οὐσίαν σημαίνουσιν, οἷον ἡ «ἄνθρωπος» φωνή, αἱ δὲ ποσ

 καὶ κυρίως αὐτῆς ἐστιν ἴδιον· ἡ γὰρ οὐσία μόνη μένουσα ἀδιάφθορος μεταβάλλεται, οἷον ὁ ἄνθρωπος μηδέν τι τῆς ἀνθρωπότητος ἐναλλάσσων γίνεται ἐξ ἀδίκου

 ποιότητος σχῆμα καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή. διαφέρει δὲ ὅτι τὸ μὲν σχῆμα κυρίως ἐπὶ ἀψύχων, ἡ δὲ μορφὴ κυρίως ἐπὶ ἐμψύχων τάττεται. αὗται μὲν

 εἰς μέλλοντα ὡς τὸ αὔριον. Περὶ τοῦ κεῖσθαι Τοῦ κεῖσθαι εἴδη τρία, τὸ ἀνακεκλίσθαι, τὸ ἑστάναι, τὸ καθῆσθαι· εἰ μὲν γὰρ πάντα τὰ μόρια ὄρθια ἔχει, λέγ

 ὄντος· καὶ γὰρ νοσοῦντος τοῦ Σωκράτους λέγομεν ὅτι «ὁ Σωκράτης οὐχ ὑγιαίνει». ἁρμόζει καὶ ἐπὶ τοῦ μὴ ὄντος· δυνάμεθα λέγειν ὅτι «ὁ τραγέλαφος οὐχ ὑγια

 πρὸς τὴν «τὶς» καὶ ἡ «οὐδεὶς» πρὸς τὴν «οὐ πᾶς» καλεῖται ὑπάλληλος. τοσούτων οὖν συζυγιῶν ἐκ τῶν προσδιωρισμένων γινομένων τὰς μὲν ὑπαλλήλους καὶ ὑπεν

 μόριον ἐκ τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ὅτι «ἄνθρωπος δίκαιος οὔκ ἐστιν» εἰς τὸ κατηγορούμενον, εἰς τὸ «δίκαιος», καὶ ποιῆσαι κατάφασιν ἑτέραν ἣ ἐκ

 δύνανται καὶ χωρίς, τὰ δ' οὔ, οἷον τὸν τεθνεῶτα δύνασαι εἰπεῖν ἅμα μὲν νεκρὸν ἄνθρωπον, κεχωρισμένως δὲ οὐχ οἷόν τε εἰπεῖν ἄνθρωπον αὐτόν, καὶ τὸν Ὅμη

 ἀποφατικῆς· καὶ πάλιν ἐὰν εὑρεθῇ συλλογισμὸς ἀπὸ καθολικῆς προτάσεως καὶ μερικῆς συντεθειμένος, μερικὸν καὶ τὸ συμπέρασμα γίνεται πρὸς ἀναλογίαν τῆς χ

 ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς, δραστικὸν τοῦτο στοιχεῖον ποιότητι συγκεκραμμένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ τοίνυν στοιχεῖα ταῦτα π

 τῷ ∆ιί. διὸ οὐδὲ πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται «ἀπὸ βηλοῦ θεσπεσίοιο», ὥς φησι μετ' ὀλίγα ὁ ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ ∆ιί, ἀλλὰ μᾶλλ

 καὶ ποιεῖ γάλα. Τὸ μέλι οὐκ ἔστι δριμὺ ἀφ' ἑαυτοῦ ἀλλ' εὔκρατον, δριμύτερον δὲ ποιεῖ αὐτὸ ἡ γλῶσσα τῇ οἰκείᾳ θερμότητι. ἔστι μέλι τὸ λεγόμενον χαλβανό

 μητέρα τοῦ Πενθέως, ὅτι πολλοὶ ὑπερμεθυσθέντες ἐτράπησαν εἰς φόνον. γυμνὸς ὁ ∆ιόνυσος διὰ τὴν φανέρωσιν τοῦ τῶν πινόντων λογισμοῦ. ποθεῖ τὴν Ἀφροδίτην

 ἀπηυθυσμένον ἔντερον θλίβει· ἀνεθείσης οὖν αὐτῆς τὸ ἐπισχεθὲν πνεῦμα ὀλισθαίνει. Χασμησάμενοι ἢ οὐρήσαντες ὑποφρίττομεν, ὅτι τοῦ θερμοῦ πνεύματος μέρο

 καὶ ἐρυγῆς <***>, ἱερὸς ὁ πταρμός; ὅτι ἡ φῦσα τῆς κάτω κοιλίας, ἐρευγμὸς δὲ τῆς ἄνω, πταρμὸς δὲ τῆς κεφαλῆς, ἣ θειότατόν ἐστι· καθὸ καὶ τὸ πνεῦμα ὡς ἱ

 ἀρχῇ θερμότητος. ἐκ νοσούσης τροφῆς πυρρὰ θρίξ, ἐξ ὑγιοῦς μέλαινα. Οἱ Αἰθίοπες οὐλότριχες, ὅτι ξηραινομένη ἡ θρὶξ ὑπὸ τοῦ ἡλίου συγκάμπτεται. οἱ Σκύθα

 μιμήσεως τῶν ἀλλόγων αἱ φωναὶ εὑρέθησαν, οἷον τὰ παιδία βοῦν ἀπὸ τοῦ μυκᾶσθαι καὶ κύνα ἀπὸ τοῦ ὑλακτεῖν. Οἱ ἀγωνιῶντες βαρὺ φθέγγονται, ὅτι ἄνω φέρετα

 ἀφῄρηται ἰσχύν. ἡ δὲ ξανθὴ ἐκ συστήματος τῆς κακῶς ᾠκοδομημένης σαρκός, ὥστε οὐδὲν διαφέρει πολλὴν ἀφελεῖν χολὴν καὶ σάρκος καὶ αἷμα. Λυγμὸς συμβαίνει

 καθαίρει κάτω, ὁ δὲ λευκὸς τοὐναντίον καὶ καθαίρει ἄνω. Τῶν τετραπόδων οὐδὲν ἀπὸ ὑστέρας πνίγεται ζωοτοκοῦντα, ὅτι μεγάλων ὄντων τῶν ἄνω πρὸς τοῖς αἰδ

 μὴ φθέγγωνται θηλαζόμεναι οὐ προΐενται γάλα, ὅτι ἀποβιάζονται τῷ πνεύματι πάντα καὶ φθέγγεται κατέχοντα τὸ πνεῦμα· τὸ δὲ τῆς ὑὸς γάλα οὐ ῥᾳδίως ἐκκρίν

 τὸ ὑγρὸν ἀναλίσκουσι τῇ τε πτήσει καὶ τῇ τῶν πτερῶν ἐκφύσει· ἔκτοτε καὶ ἡ κόπρος σὺν ὑγρότητι ἐξέρχεται. Τὰ παιδία ἐν τῇ οὐρηδόχῳ κύστει τίκτει τοὺς λ

 τὸν ἐγκέφαλον. τέλειοι τοῦτο οὐκ ἀνέχονται. Τινὲς τῶν μεθυόντων διπλᾶ βλέπουσιν· οἱ μύες <τῶν> ὀφθαλμῶν ὑπὸ τῆς πολλῆς ὑγρότητος πληρούμενοι καὶ χαλαρ

 θεραπείαν δέδωκε. ∆ιὰ τί τὸ ἱστάμενον ὕδωρ λίθου ῥιπτομένου κύκλους ποιεῖ; ὁ λίθος τῇ τάσει τῆς βολῆς ἀποδιώκει τὸ ὕδωρ πόρρωθεν διὰ τὸ ἰσοδύναμον εἶν

 τρίχας φύουσιν, ὅτι ῥυπτικῆς οὔσης φύσεως ἀποσμήχουσι τὸ φλεγματῶδες περίττωμα. ∆ιὰ τί οὐ καὶ ἐπὶ τῶν ἀνθρώπων ὡς τῶν ἀλόγων αἱ οὐλαὶ τρίχας φύουσιν;

 κατάγεται. ὁ οὖν χυμὸς εἰς τὰ βρόγχια ἐνεχθεὶς τοῦ πνεύμονος καὶ πληρώσας αὐτὸν γεννᾷ τὸ πάθος. ἐκ δὲ περιπνευμονίας καῦσος οὐκέτι· φθάνει γὰρ ἐκτεφρω

 διὰ τὸ ἀεικίνητον τοῦ πνεύμονος καὶ τῆς καρδίας καὶ διὰ τὸν βῆχα ἀνακαθαιρόμενον τῷ πτύῳ. Τῶν πυρετῶν μειουμένων αὔξουσι τρίχες καὶ ὄνυχες, ἐν δὲ ταῖς

 τοῦ λυποῦντος, ἢ δι' ἀσθένειαν καὶ κατὰ πάροδον ὡς ἐπὶ προσπταίσματι δακτύλου ποδὸς βουβών· προστ<ρ>εχούσης γὰρ τῆς φύσεως μετὰ τοῦ αἵματος πληροῦνται

 ᾧ καὶ οἱ παλαιοὶ τὰς δεξιὰς παρεῖχον, τὸ τέλειον τοῦ ἀριθμοῦ προβαλλόμενοι. Ἐπὶ τῶν ἠχούντων ὤτων τὸν δάκτυλον ἐμβάλλομεν, ὅτι κινουμένου τοῦ ἀκουστικ

 ἔχουσι τὸ πλεῖον δυνάμει καὶ ἐνεργείᾳ· ἐν κοιλίᾳ καὶ ἥπατι ἀλλοιωτική, ἐν σπ<λ>ηνί, στομάχῳ, χοληδόχῳ κύστει καὶ νεφροῖς ἑλκτική, ἐν ἐντέροις καὶ οὐρη

 γὰρ τῷ ἥπατι τοῦ αἵματος πεττομένου ὑπὸ τῆς συμμέτρου θερμότητος καὶ ὑγρότητος γεννᾶται πνεῦμα· τοῦτο διὰ τῆς κοίλης φλεβὸς μετὰ τοῦ αἵματος ἀνιὸν πρὸ

 ἐξήπλωται, τὸ τοῦ στόματος τῆς κοιλίας περιειλεῖται, τὸ δὲ τῆς κοιλίας σφαιροῦται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ κιθάρας, ἥτις τῷ διαφόρῳ τῶν νευρῶν ποιεῖ τόνον.

 τῇ πείρᾳ γυμνάζειν τὸν λόγον, [τότε δ'] ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος, ἐφαρμόζων τὸν λόγον καὶ γυμνάζων καὶ ἀληθῆ τοῦτον εὑρίσκων.» τὸ δὲ μέγιστ

 δὲ τὸ εὐίδρωτα καὶ εὐκίνητα εἶναι. Οἱ γηραίτεροι τὸ κάτω χεῖλος προτείνουσι, ὅτι ἀνίεται αὐτῶν ἡ φύσις, τὸ δὲ κάτω χεῖλος μεῖζον καὶ σαρκωδέστερον καὶ

 παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτικὴ καὶ διὰ τοῦτο ὕπνου ποιητική. Ἐπὶ τὴν μήνιγγα εἰ γένηται ἕλκος, θανάσιμον διὰ τὸ τὴν συλλεχθε

Opuscula logica, physica, allegorica, alia De vita philosophica Ἐρωτᾷς ποίαν αἱρεῖσθαι δεῖ τῶν ζωῶν τὸν φιλόσοφον, ἵν' ἐκείνην ἔχων τῶν ἄλλων μὴ δέηται. φημὶ γοῦν σοι τὴν νοεράν, εἴ γε δύναιτο· ταύτης γὰρ ἡ ἀνθρωπίνη καὶ ἡ ζῳώδης ἐξήρτηται. ἕκαστος γὰρ ἡμῶν καὶ ζῷόν ἐστι καὶ ἄνθρωπος καὶ νοῦς, εἰπεῖν δὲ καὶ θεός· συγχρώμενοι μὲν γὰρ τῷ σώματι τὴν ζῳώδη ζῶμεν ζωήν· καθαιρόμενοι δὲ καὶ ἐκεῖθεν ἀποδιδράσκοντες τὴν ἀνθρώπω πρέπουσαν αἱρούμεθα βιοτήν· εἶτα δὴ κατὰ νοῦν ἐνεργοῦντες νοεροὶ γινόμεθα καὶ τὴν πρώτην καὶ ἀνεπιδεᾶ τῶν ἄλλων κατάστασιν ἔχομεν. εἰ δὲ καὶ περαιτέρω βαδίσαιμεν καὶ τὸ καταπέτασμα διάσχωμεν καὶ ἐνδότερον τῶν ἀδύτων γενοίμεθα, τὴν κεκρυμμένην ἐν θεῷ ζῶμεν ζωήν. 2 Τοῦ αὐτοῦ [δε πηιλοσοπηια] Κἀν τούτῳ φιλοσοφία σεμνύνεται, διότι πλεῖστοι ταύτης κατωλιγώρησαν· τὸ δ' ἐπὶ τοὺς νόμους ἀθρόως φοιτᾶν τοῦτο αὐτὸ ἐκείνοις προσμαρτυρεῖ, ὅτι οὗτοι ἐκ τοῦ ῥᾴστου τοὺς πολλοὺς ὑποδέχονται. οὐ τοίνυν ἀτιμαστέον τὴν κρείττω παίδευσιν, ὅτι τῆς ἐλάττονος ὁ πολὺς ἐφίεται ὅμιλος, ἀλλὰ μᾶλλον περιεκτέον αὐτῆς τοῖς γε περιττοέροις τὸ φρόνημα, ὅτι μὴ τοῖς ἄλλοις ἐστιν ἐπίβατος. ἔγωγέ τοι τὰς μὲν ἄλλας τῶν λογικῶν τεχνῶν ἐκείνοις ἀπεικάζω τοῖς μέρεσιν, ἐφ' ὅσων κολοιοὶ καὶ ψᾶρες καὶ τὰ χαμαιπετῆ τῶν ὀρνίθων ἵπταται, τοῖς δὲ φιλοσόφοις τὸ ἀγχοῦ τοῦ πυρός, ἐφ' ὁ μόλις ἂν ὁ γενναιότατος ἀναβαίη τῶν ἀετῶν. ∆ιαφέρουσι γέ τοι αἱ τέχνα βελτίοσί τε ὑποκειμένοις καὶ χείροσι τῷ τε δι' ἀκριβείας ἰέναι καὶ τῷ παρὰ βραχὺ ταύτης τυγχάνειν, ὥσπερ ἀστρονόμοις καὶ γεωμέτραις. ἀστρονομία μὲν γὰρ τὸ κάλλιστον τῶν ὑποκειμένων σωμάτων κληρωσαμένη, τὸν οὐρανόν, τῆς καταλήψεως τὸ ἀκριβὲς οὐκ ἐκτήσατο· τὰ γοῦν πολλοστημόρια τῶν μερῶν ἀπέρριψαν ἐνιαχοῦ οἱ ἀστρονομήσαντες. γεωμετρία δὲ πᾶν μέγεθος προσηκαμένη οὐδὲ τὸ βραχύτατον παραιρεῖται τῆς ἀποδόσεως. ἔστι τις αὐταῖς καὶ περὶ τὰ τέλη διαφορὰ καὶ ἄλλη παρ' ἄλλην καλλίονος τετύχηκε πέρατος. φιλοσοφία δὲ τοῖς ὅλοις ἁπάσας νενίκηκε, μᾶλλον δὲ τὰ πασῶν ἑαυτῇ ὑποθεῖσα ἀφῆκεν ἐκείνας κενοῖς σεμνύνεσθαι τοῖς ὀνόμασιν. ἔοικε γὰρ φιλοσοφία τὰ πάντα εἶναι καὶ διὰ πάντων ἰέναι ἐπὶ τῆς γῆς· καὶ γὰρ ἐρείδεται καὶ παχύνεται καὶ συνδιολισθαίνει τοῖς ὑγροῖς καὶ διαχεῖται τῷ ἀέρι καὶ τῷ πυρὶ ἐκθερμαίνεται συσφαιροῦταί́ τε καὶ συμπεριδινεῖται τῷ οὐρανῷ· θίγει δὲ οὐ τῶν ἐπιφανειῶν τούτων ὥσπερ ζωγράφημα, ἀλλὰ διὰ τοῦ βάθους τῶν σωμάτων ἥκει. καὶ ἐν πᾶσιν οὖσα ἐκτός ἐστι τοῦ παντός· σκοπεῖ τε τὸ ὑπὲρ τὸ πᾶν καὶ τὸν ἐφιστάμενον τῷ κόσμῳ πολυπραγμονεῖ νοῦν. Πολλάκις γοῦν ἐγὼ τὸ κατ' αὐτὴν πρᾶγμα ἰατρικῷ τινι λόγῳ ἀπείκασα. ἔστι γάρ τι παρὰ τοῖς Ἀσκληπιάδαις βιβλίον («χρεία μορίων» ἐπιγέγραπται τῷ συντάγματι), ἐν ᾧ δὴ διαφερόντως συγγραφὴν φιλοτιμησάμενος ἀπὸ τῶν παρηρτημένων τοῦ σώματος μελῶν ἐπαρξάμενος καὶ τὴν ἑκάστου πλάσιν καὶ ἐνέργειαν ἐπιδειξάμενος εἰς αὐτὰς δήπου τὰς πρώτας ἀρχὰς τὸν πάντα λόγον συνεπεράνατο. ὅσοι γοῦν μετὰ ταῦτα κατὰ μέρος τὸ σύμπαν ἀποδιελόμενοι σῶμα, οἱ μὲν τὴν τῆς καρδίας φύσιν καὶ τὰς ἐνεργείας τῷ λόγῳ ὑπέγραψαν, οἱ δὲ τὰ τοῦ ἥπατος μέρη ἠκρίβωσαν, οἱ δὲ τὰ περὶ τὸν ἐγκέφαλον μέρη διήρθρωσαν, οὔ μοι δοκοῦσι ἀπεοικέναι τῶν ὅσοι γεωμετρίαν ἢ ἀστρονομίαν ἢ ἀριθμῶν ἀναλογίαν καὶ ἁρμονιῶν κράτος ἰδίᾳ