1

1

Fragmenta in epistulam i ad Timotheum

4581 Tim 3,16 Καὶ ποίαν ἐδικαιώθη δικαιοσύνην ἡ αὐτοδικαιοσύνη καὶ ἀπολύτρωσις, ὁ τῆς δικαιοσύνης ἥλιος κατὰ τὸν προφήτην Μαλαχίαν; ὃ δηλοῖ τὴν ἀκραιφνεστάτην καὶ καθαρωτάτην δικαιοσύνην, τὴν ἐκπλήρωσιν δηλονότι τῶν νομικῶν δικαιωμάτων περὶ ὧν ἔλεγε καὶ Ἰωάννῃ· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. ἐπειδὴ γὰρ καὶ περὶ βαπτισμάτων ἐνετείλατο ὁ νόμος, ἦλθεν ἐν Ἰορδάνῃ καὶ τούτους πληρῶσαι, ὥσπερ ἀμέλει τὴν περιτομὴν καὶ τὰς ὑπὲρ τῶν πρωτοτοκίων προσφοράς. τί δὲ βούλεται τὸ ἐν πνεύματι; πνεύματι δουλείας ἦν κατεσφιγμένος ὁ Ἰσραὴλ διὰ τοῦ κολάζοντος νόμου· οὐ γὰρ εἶχε τὸ πνεῦμα τῆς υἱοθεσίας· τοῦτο γὰρ Χριστιανοῖς δεδώρηται, καθώς φησι 459 καὶ ὁ Παῦλος· ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν. λέγει οὖν· εἰ καὶ τὰς νομικὰς ἐπλήρου δικαιοσύνας, ἀλλ' οὐ τῷ τῆς δουλείας πνεύματιπῶς γὰρ ὁ καὶ τοὺς ἄλλους ἐλευθερῶν; ἀλλὰ τῷ ἁγίῳ πνεύματι τῷ τῆς υἱοθεσίας, ὅπερ ἔλαβε κατὰ τὸ ἀνθρώπινον, ἡμῖν τὸ δῶρον προξενῶν ὁ γνήσιος υἱὸς καὶ οὐχ ἑαυτῷ, ὥσπερ ἀμέλει καὶ ηὔχετο, τὰς ἡμῶν εὐχὰς εὐπροσδέκτους ποιῶν, καὶ ναὸν τὸ οἰκεῖον ἐκάλει σῶμα, ναοὺς ἡμᾶς θεοῦ γενέσθαι προξενῶν. 1 tim 5,4 Τοῦτ' ἔστι διατιθέναι καλῶς. 1 tim 5,9 Φασὶ δὲ τὰς εἰς τὸ χηρικὸν τεταγμένας λέγειν. 1 tim 5,10 Οὐ λέγει· εἰ ἔσχε τέκνα, ἀλλ'· εἰ ἔθρεψεν αὐτὰ κατὰ λόγον θεοῦ, εἰ ἤγαγεν αὐτὰ δεόντως· ἐξαίρετον γὰρ δεῖ νοεῖν τοῦτο εἰρῆσθαι περὶ τὰς χήρας. 1 tim 5,13 Πῶς δὲ ἀργαὶ μανθάνουσιν; ἔχουσαι τοὺς ἐπεισάκτους ἄνδρας χορηγοῦντας αὐταῖς τὰ πρὸς τὴν χρείαν, τῶν μὲν ἔργων ῥᾳθυμοῦσιν, ὅπως δὲ εὐπρόσωποι τοῖς ἀνδράσι δόξωσιν ἐπιμελοῦνται. 1 tim 5,21 Ἢ τὸ ὂν εἶπεν, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀπορριφέντων. 1 tim 5,2425 Οἶδα τοιαύτην παρά τινι τῶν ἁγίων ἀναγνοὺς ἑρμηνείαν· ὧν μέν, φησί, προάγουσιν αἱ ἁμαρτίαι, οὗτοι πᾶσίν εἰσι πρόδηλοι· ἔστωσαν τοιγαροῦν καὶ σοί. οἷς δὲ ἐπακολουθοῦσιν, τούτους σὺ φυλάξῃ τῷ προορατικῷ ὀφθαλμῷ. εἴ τι οὖν παρὰ τοῦτο ποιήσεις, κοινωνήσεις ταῖς ἁμαρτίαις. ὁ δέ γε μακάριος Βασίλειος οὕτως ἡρμήνευσεν, ὡς οὐδὲν τοῦ κεφαλαίου πρὸς χειροτονίαν συντείνοντος· οἵτινες, φησίν, αὐτοὶ ἥμαρτον, μόνοι τὰς ἁμαρτίας ἔχουσιν ἐπὶ κρίσιν προαγούσας. ὅσοι δὲ καὶ μετὰ τὸ ἔνθεν ἀπελθεῖν ἑτέροις καταλελοίπασι 460 προφάσεις ἁμαρτιῶν, οἷον ὁ Νεστόριος καὶ οἱ λοιποὶ αἱρετικοί, τούτοις καὶ ἀπελθοῦσιν ἐντεῦθεν ἐπακολουθοῦσιν αἱ ἁμαρτίαι· τῶν γὰρ δι' αὐτοὺς σφαλλομένων καὶ ἐκείνοις αἱ ἁμαρτίαι λογίζονται, ὡσαύτως δὲ καὶ τὰ καλὰ ἔργα, τοῦτ' ἔστι παραπλησίως. ὅσα, φησίν, εἴρηται περὶ ἁμαρτιῶν, ταῦτα δέξαι καὶ ἐπὶ τοῖς καλοῖς ἔργοις· εἰσὶ γὰρ οἳ πρόφασις γεγόνασιν ἑτέροις σωτηρίας. τούτων οὖν αἱ κατορθώσεις καὶ τοῖς τὰ σπέρματα δεδωκόσιν ὑπολογίζονται. 1 tim 6,16 Ὁ μόνος ἔχων ἀθανασίαν. ἐρωτηματικῶς· πῶς φησι περὶ τοῦ θεοῦ· ὁ μόνος ἔχων ἀθανασίαν, ὁπότε καὶ ἄγγελοι καὶ ψυχαὶ καὶ δαίμονες ἔχουσιν ἀθανασίαν; ὁ οὖν λέγων· ὁ μόνος ἔχων ἀθανασίαν περὶ τοῦ θεοῦ, ἢ ἀφαιρεῖται τῶν εἰρημένων τὴν ἀθανασίαν, ἢ ψεύδεται. ἐροῦμεν ὅτι οὗτοι περὶ ὧν ὁ λόγος, οὐκ ἔχουσιν ἀθανασίαν, ἀλλὰ μετέχουσιν ἀθανασίας· οὐ γὰρ φύσει ἔχουσιν, ἀλλὰ μετέχουσιν αὐτῆς· ἀπὸ θεοῦ γὰρ αὐτοῖς τοῦτο δεδώρηται· θεὸς γάρ ἐστιν οὗ πάντες μετέχομεν, ὥσπερ τῶν ἄλλων τῶν πρὸς τὸ κρεῖττον νοουμένων, οὕτω δὴ καὶ ἀθανασίας.