1

1

Fragmenta in epistulam ii ad Corinthios 444 2 Kor 1,9 Ἢ οὕτως· ἑαυτῶν, φησίν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ τῷ θεῷ σχῶμεν· ὁ γὰρ ἑαυτοῦ προαπογινώσκων πῶς ἂν οἰκείᾳ βουλῇ ἢ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐθελήσοι, ὡς ἐκ τοῦ ἀκολούθου τὸ ἅπαν αὐτὸν ἐκδιδόναι τῷ θεῷ. 2 kor 2,14 Θυμιατήριον γάρ ἐσμεν, φησί, τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. 2 kor 3,5 Κατὰ τοῦ αὐτοῦ εἶπεν. 2 kor 3,13-14 ∆ιὰ τί δὲ ὡσεὶ εἶπέν τις· ἀνακεκαλυμμένως κηρύσσετε καὶ οὐ δίκην καλύμματος ἐπισκιασμένως λαλεῖτε. διὰ τί; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος. ἔπειτα ὅτι ὑμεῖς καὶ ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἶσα Ἰουδαίοις ἀμβλυώττετε. ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητευομένων τὸ διάφορον. 2 kor 5,1 Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ. 2 kor 5,17 Ποῖα ἀρχαῖα; ἤτοι τὰ ἁμαρτήματά φησιν καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα. 2 kor 5,21 Ἄλλοι οὕτως ἡρμήνευσαν· ἁμαρτία λέγεται τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης· ἁμαρτίας λαοῦ μου φάγονται, τοῦτ' ἔστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα. θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ πατὴρ τὸν υἱόν. 445 2 kor 7,12 Οὐ τοῦτο δὲ λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔργαψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι' ἐκείνους ἔγραψα, ἀλλὰ διά τε ὑμᾶς καὶ δι' ἐκείνους. 2 kor 8,9 Εἰ οὖν ἐκεῖνος, φησίν, ἐπτώχευσε διὰ σέ, σὺ οὐδὲ χρήματα δίδως δι' αὐτόν; 2 kor 8,18 ∆ύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι. 2 kor 8,24 Εἰς πρόσωπον, φησί, τῶν ἐκκλησιῶν, τοῦτ' ἔστι καὶ εἰς τιμὴν τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας ἐτιμήσατε. οὐ λέγει δὲ "ἀνθρώπων" ἀλλ' ἐκκλησιῶν, σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον. 2 kor 11,9 Ἢ καὶ οὕτως· καὶ ταῦτα, φησίν, ὑστερηθεὶς οὐ κατενάρκησα, οὐδὲ ἠμέλησα, ἢ ῥᾳθυμότερος πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ' ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν· ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον. 2 kor 11,25 Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος, συνέγραψεν ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν. πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλιπεν· οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς γραφῆς πεπόνηται. 2 kor 12,4 Ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγραψάμενοι; 2 kor 12,20 Τοῦτ' ἔστι τιμωρούμενος τοὺς ἀνίατα νοσοῦντας. Οἷον ἁψιμαχίαι. 446 2 kor 12,21 Ποῦ εἰσιν οἱ Ναυατιανοί; 2 kor 13,2 Τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοιποῖς πᾶσιν, ἵνα μαρτυρήσειαν ὅτι, φησί, παρ' ἐμὲ οὐδέν, ἐὰν μὴ μετανοήσαντας τιμωρήσωμαι. 2 kor 13,4 Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω· ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. τὸ δὲ εἰς ὑμᾶς οἷον ὑμῖν ζήσομεν, τοῦτ' ἔστιν εἰς τὴν ὑμῶν ὠφέλειαν, ἢ δι' ὑμᾶς, ἐπεί, φησίν, ἐπεστρέψαμεν ὑμᾶς, ἢ σὺν ὑμῖν ζήσομεν τότε.