1

1

Fragmenta in epistulam ii ad Timotheum 4602 Tim 1,18 Ἢ ὅτι διευκρινοῦντός ἐστιν τὸ οὕτως εἰπεῖν τὰς ἁγίας ὑποστάσεις, ὡς ἐκεῖ· ἔβρεξεν κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον. 2 tim 2,2 Καὶ γάρ, ὡς ἡγοῦμαι, περὶ ἐπισκόπων ἢ πρεσβυτέρων τῶν παρ' αὐτοῦ χειροτονηθῆναι μελλόντων ταῦτα αὐτῷ παραγγέλλει· οὐκ ἂν γὰρ περὶ λαϊκῶν τοιαῦτα ἔγραψεν. οἷον γὰρ ἦν, εἰ μὴ εὗρέν τινα καὶ πιστὸν καὶ διδακτικόν, οὐκ ἂν κατήχει εἰς τὴν πίστιν, αὐτοῦ τοῦ Παύλου καὶ τοῖς φονῶσιν Ἰουδαίοις καὶ Ἕλλησιν ἀπαρατηρήτως κηρύσσοντος τὸν λόγον. διὰ πολλῶν μαρτύρων, τοῦτ' ἔστι νόμου καὶ προφητῶν· τούτους γὰρ ὁ ἀπόστολος ἐποιεῖτο μάρτυρας τοῦ ἰδίου κηρύγματος. οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων. 2 tim 3,9 Τοὺς ἀρτίφρονας· προϊὼν γὰρ εἶπεν· πλανῶντες καὶ πλα νώμενοι. παρὰ οὖν τοῖς εὐεξαπατήτοις αὐτοῖς ἡ ἰσχύς. 461 2 tim 3,11 Ἡγοῦμαι κατά τινα εὐτελισμὸν ἐσχάτης αὐτὸν τῆς Λύστρας μνησθῆναι, ὡσεὶ εἶπεν· ναί, εἰς τὰς πολυανθρώπους πόλεις ἔπαθον ἅπερ ἔπαθον. τί καὶ ἐν Λύστροις; πόθεν ηὑρέθησαν οἱ κακοῦντές με ἐν Λύστροις ἄνθρωποι; 2 tim 4,6 Ἢ τὸ μὲν σπένδομαι νόει, οἷον καταλύω τὸν πρὸς πάντας πόλεμον, οὔτε πολεμῶν, οὔτε πολεμούμενος· τελειοῦμαι γάρ. Ἀνάλυσιν λέγει τὸν θάνατον, ἢ διὰ τὸ ἀναλύειν ἐξ ἧς ἐλήφθημεν γῆς, ἢ πρὸς τὸν δημιουργήσαντα Χριστόν.