Adnotationes in Exodum

Adnotationes in Exodum

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ. 17.16 ΚΕΦ. ΙΕʹ. Στίχ. κεʹ. Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε. Ἐπ' ὠφελείᾳ πειράζει ὁ Θεός. Ἀπείραστος γάρ ἐστι κακῶν. Ἀλλὰ διὰ τοῦτο πειράζει, ἵνα ἐὰν ὑπακούσωσιν αὐτῷ, τύχωσιν ἀγαθῶν, καὶ ἀπαλλαγῶσι κακῶν. ΚΕΦ. Κʹ. Στίχ. δʹ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον. Ἄλλο εἴδωλον, καὶ ἕτερον ὁμοίωμα. Ὁμοίωμα γάρ ἐστιν, ἐὰν ποιῇς ἰχθύος ἢ τετραπόδου, ἢ θηρίου, ἢ διὰ τεχνουργίας ἢ διὰ ζωγραφίας ὁμοίωμα· εἴδωλον δὲ, ὅσα ἀνατυποῦσα ψυχὴ ποιεῖ ἐξ οὐχ ὑπαρχόντων πρωτοτύπως· οἷον, ἀναμεμιγμένον τι ζῶον ἀπὸ ἀνθρώπου καὶ ἵππου. Στίχ. δʹ. Ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω. καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. Ἄλλο προσκυνεῖν, καὶ ἄλλο λατρεύειν. Ὁ μὲν γὰρ ἐξ ὅλης ψυχῆς δουλεύων τούτοις οὐ μόνον προσκυνεῖ, ἀλλὰ καὶ λατρεύει· ὁ δὲ καθυποκρινόμενος, καὶ διὰ τὰ ἔθη ποιῶν, οὐ λατρεύει μὲν, προσκυνεῖ δέ. Εὑρήσεις δὲ τοιούτους ἐν τοῖς Ἀριθμοῖς χαριζομένους γυναιξὶ, καὶ εἴδωλα προσκυνοῦντας. 17.17 ΚΕΦ. ΚΗʹ. Στίχ. λʹ. Ἐπειδὴ προσήκει τὸν ἀρχιερέα καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καθάπερ ἀσπίδα, περιφέρειν τὴν προφυλακτικὴν ἐπιμέλειαν, μήπου τις ἐναν-τία βουλὴ τῶν τῆς πονηρίας πνευμάτων τὸ λογικὸν τρώσειεν, καὶ τὸ δόκιμον τῶν κρίσεων συνταράξῃ, καὶ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν τῇ ἐπιμιξίᾳ τῆς κακίας ἀποστῆναι ποιήσειεν. ΚΕΦ. ΛΑʹ. Στίχ. αʹ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν. Ἐν ὅλαις τεσσαράκοντα ἡμέραις δοῦναι τὸν νόμον κατεῖχε τὸν Μωϋσῆν ὁ πάνσοφος Θεὸς, καίτοι δυνατῶς ἔχων ἐν τρισὶν ἡμέραις δοῦναι τὸν Νόμον. Ἀλλ' ἵνα τὸ κεκρυμμένον τῆς ἀσεβείας ἐν τῷ βάθει τῆς καρδίας τῶν Ἰουδαίων ὁ χρόνος τῆς ἀπουσίας Μωϋσέως ἐλέγξῃ.