Adnotationes in Genesim

 διδράχμων. Σημειωτέον, ὅτι τάφου τιμή ἐστι τὰ τετρακόσια, τῷ κακωτικὴν εἶναι τὴν τετράδα καὶ ἑκατοντάδα. Καὶ ζητήσας τὰ ὅμοια ἐκ τῶν Γραφῶν εὑρήσεις.

Adnotationes in Genesim

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. 17.12 ΚΕΦ. Ζʹ. Στίχ. δʹ. Ἐγὼ ἐπάγω ὑετὸν (ἐπὶ) τὴν γῆν τεσσα ράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώ που ἕως κτήνους. Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλή θη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάϊν τὸ γένος ἠθέ λησε· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. Ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκεί νου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μι σήσαντα. Οὐ μὴν, ὥς τινές φασιν, ὀργῇ τινι καὶ μετ αμελείᾳ ταῦτα πεποίηκε. Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις, ἐλευθέρα παθῶν. Ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· εἶτα τῇ πείρᾳ μανθάνοντες ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλον ται. Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα. Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. Τί δήποτε τοίνυν μεταμέλεται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν 17.13 οἰκείαν οἰκονομῶν; Οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰ κονομίας μεταβολή· Μεταμέλομαι γὰρ, φησὶν, ὅτι κέκρικα τὸν Σαοὺλ εἰς βασιλέα· ἀντὶ τοῦ· Εὐδο κίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. Οὕτω κἀνταῦθα· Ἐνεθυμήθην, ὅτι ἐποίησα ἄνθρωπον· ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος. Ἀλλὰ φιλάνθρωπος ὢν, σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων εἵνεκα δεδημιούργηκε χρείας· καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διαφυλαχθέντων. Ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν. Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀν θρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυ σίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας, εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. Εὐθὺς γὰρ ὁ Νῶε μετὰ τὴν παῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ εὐχαριστήριον προσενήνοχεν, ἀπὸ πάντων, φησὶ, κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν κα θαρῶν. Ὡς εἶναι δῆλον ὅτι τούτου χάριν, ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα, τὸ ἓν ζῶον ἐξ ἑκάστου γέ νους ὁ Νῶε προσφέρων, μὴ διαφθείρῃ τὰς συζυγίας. Στίχ. ιʹ. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Θειοτέρας τινὸς δυνάμεως ἔχρῃζεν ἡ ἀσφάλεια τῆς θύρας κλειομένης. ΚΕΦ. ΙΘʹ. Στίχ. κεʹ. Καὶ κατέστρεφεν τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοι κοῦντας ἐν ταῖς πόλεσι. Στίχ. κʹ. Καὶ ἀπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Ὁ Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσιν, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν οὔσας Σοδομιτικὰς καὶ ἐπι βλαβεῖς· ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἧς γέ γραπται· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπε λος αὐτῶν καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤ ῥας. Ἅμα τε εἰς τὴν πόλιν ἀπεσώθη, καὶ τὸ πῦρ ἐπεφέρετο ταῖς πόλεσι, σημεῖον τῆς μελλούσης συντελείας. Στήλη οὐχ ἁπλῶς ἐγένετο, ἀλλὰ μάλιστα στήλη ἁλὸς, διὰ τό· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐφαρμόσῃ δὲ τῇ στήλῃ τοῦ ἁλὸς τό· Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ; Οὐκ ἀθρόως ἀναβαίνει εἰς τὸ ὄρος κατὰ τὰ εἰρημένα αὐτῷ, ἀλλὰ πρῶτον εἰς Σηγὼρ γί νεται, καίτοιγε μὴ θαῤῥήσας ἑαυτῷ περὶ τοῦ ἀναβῆ ναι εἰς τὸ ὄρος. ΚΕΦ. ΚΓʹ. Στίχ. ιεʹ. Γῆ τετρακοσίων