Enarrationes in Job

 Στ. θʹ. Ἀλλ' εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐ τῷ

 Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐ

 ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίου

 ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ

 ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύ

 Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρο νοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θʹ. Μάστιξ δὲ

 ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχ

 ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς

 τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμε

 ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ

 ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, κ

 Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρ

 νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας

 ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πο

Enarrationes in Job

ΩΡΙΓΕΝΟΥΣ ΕΞΗΓΗΤΙΚΑ ΕΙΣ ΤΟΝ ΙΩΒ. 17.57 ΚΕΦ. Αʹ. Στίχ. ιʹ. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύε 17.60 ται, ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὖν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερον λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα πε ριπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύ σθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάν τα οὖν ἐφ' ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέ φραξας. Στ. ιηʹ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέ ρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελ φῷ αὐτῶν τῷ πρεσβυτέρῳ, Στ. ιθʹ. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. ∆ιὰ τοῦτο πῦρ ἐπ' αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέ σαι. Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατ' αὐτῶν. Ἀλλ' ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γω νιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία. ΚΕΦ. Βʹ. Στίχ. βʹ. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πό θεν σὺ ἔρχῃ; Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατα νᾶς. Ὅταν δὲ ἐπερωτῶν ἴδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν. Στ. θʹ. Χρόνου δὲ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθε νεῖ. ∆ιπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετ' ὀλίγα· Μὴ τοίνυν τοῦτο ἴδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβου λεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. Στ. θʹ. Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τί νος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυ ρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύ την ἔλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐ 17.61 τὸν εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἴ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέ σθαι. Καὶ μετ' ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γε γενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τού των ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε! ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἔσπειρε τὸν ἑαυ τῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περι γενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρη μάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦ τον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Τοῦ αὐτοῦ. Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖ ρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν.