Exhortatio ad martyrium

 «ποῦ ἐστιν ὁ θεός σου;» αὐτῷ, «καθ' ἑκάστην ἡμέραν» ἐξέχεεν ἐφ' ἑαυτὸν «τὴν ψυχὴν» αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ' ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συν

 «τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν». 6 Εἴπερ δὲ ὁ φάσκ

 ἐνδεδεμένος φθαρτῷ σώματι «εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» 8 Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλεί

 νομιζομένων εἶναι ἐν τῷ βίῳ φιλτάτων φιλοστοργί ας πρὸς τὴν κτῆσιν ἢ πρὸς τὸ ζῆν τοῦτο, ἀλλ' ὅλα ταῦτα ἀποστρα φέντες ὅλοι γενοίμεθα τοῦ θεοῦ καὶ τῆς

 πιστεύετε ὅτι Παῦλος ἡρπάγη «εἰς τρίτον οὐρανὸν» καὶ «ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἀκολούθως εἴσε

 ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν. ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν

 τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης».

 εὐσεβείας ἀναδεξάμενος; ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπαν

 ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρη

 «ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος» καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 28 Ὁποῖον δ' ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥ

 μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θ

 «ἐλαφρὸν» αὐτοῦ «φορτίον» πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστά ξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι «σποδὸς ἡ καρ δία»

 οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα

 ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μ

 ἐμοὺς, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με

 ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λ

 θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ

 ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 4

 τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡ

 «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς και

Exhortatio ad martyrium

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΜΑΡΤΥΡΙΟΝ ΠΡΟΤΡΕΠΤΙΚΟΣ. 1 «Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλῖψιν ἐπὶ θλίψει προσδέχου, προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.» καὶ ὑμεῖς τοίνυν κατὰ τὸν Ἡσαΐαν ὡς οὐκέτι σάρκινοι οὐδὲ «ἐν Χριστῷ» νήπιοι προκόψαντες «ἐν τῇ» νοητῇ ὑμῶν «ἡλικίᾳ», Ἀμβρόσιε θεοσεβέστατε καὶ Πρωτόκτητε εὐσεβέστατε, καὶ μηκέτι «χρείαν ἔχοντες γάλακτος» ἀλλὰ «στερεᾶς τροφῆς», ἀκούετε ὡς «ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος» καὶ «ἀπεσπασμένοι ἀπὸ μαστοῦ», τίνα τρόπον ὡς ἀθληταῖς τοῖς ἀπογεγαλακτισμένοις οὐχ ἁπλῆ θλῖψις ἀλλά τις «θλῖψις ἐπὶ θλίψει» προφητεύεται. ὁ δὲ μὴ ἀπωθούμενος τὴν «ἐπὶ θλίψει» θλῖψιν, ἀλλ' ὡς γενναῖος ἀθλητὴς αὐτὴν προσδεχόμενος εὐθέως προσ δέχεται καὶ «ἐλπίδα ἐπ' ἐλπίδι», ἧς μετ' οὐ πολὺ τῆς «ἐπὶ θλίψει» θλίψεως ἀπολαύσει· τοιοῦτο γάρ ἐστι τὸ «ἔτι μικρὸν ἔτι μικρόν.» 2 Ἀλλὰ καὶ εἰ φαυλίζοιεν ἡμᾶς καὶ ἐξευτελίζοιεν ἤτοι ἀσεβεῖς ἢ μωροὺς ἀποκαλοῦντες οἱ ἀλλότριοι τῆς κατὰ τὰς ἁγίας γραφὰς διαλέκτου, ὑπομιμνησκώμεθα ὅτι ἡ «ἐπ' ἐλπίδι» ἐλπὶς, ἡ «ἔτι μικρὸν» ἀποδοθησομένη ἡμῖν, ἀποδοθήσεται «διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας». καὶ τίς οὐκ ἂν προσδέχοιτο «θλῖψιν ἐπὶ θλίψει», ἵνα εὐθέως προσδέξηται καὶ «ἐλπίδα ἐπ' ἐλπίδι», λογισάμενος μετὰ Παύλου «ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ», ὧν ὡσπερεὶ ὠνούμεθα τὴν μακαριότητα, «πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα λύπτεσθαι εἰς ἡμᾶς» ἀπὸ τοῦ θεοῦ· καὶ μάλιστα ἐπεὶ «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν» «ἐλαφρὸν» τοῖς μὴ βαρουμένοις ὑπὸ τῶν περιεστηκότων καὶ τυγχάνον καὶ λεγόμενον, ὅσῳ πλεῖον ὑπερ βάλλον γίνεται, τοσούτῳ μεῖζον καὶ πλεῖον «βάρος αἰωνίου δόξης κατεργάζεται ἡμῖν», εἰ παρὰ τὸν καιρὸν τῶν θλιβόντων καὶ ὡσπερεὶ πιέζειν τὰς ψυχὰς ἡμῶν ἐθελόντων ἀποστρέψαντες τὸ ἡγεμονικὸν ἡμῶν ἀπὸ τῶν ἐπιπόνων σκοποῖμεν οὐ τὰ ἐνεστηκότα ἐπίπονα ἀλλὰ τὰ διὰ τὴν ἐν τούτοις ὑπομονὴν τοῖς «νομίμως» ἐν Χριστῷ ἀθλή σασι χάριτι θεοῦ ἀποκείμενα, πολλαπλασιάζοντος τὰς εὐεργεσίας καὶ ὑπὲρ τὴν ἀξίαν τῶν τοῦ ἀγωνισαμένου καμάτων τοσαῦτα δωρουμέ νου, ὅσα ἂν πρέπῃ μὴ γλισχρολογουμένῳ διδόναι τῷ μεγαλοδώρῳ καὶ ἐπιστημόνως τὰς ἑαυτοῦ χάριτας μεγεθύνοντι θεῷ ἐπὶ τοὺς ὅση δύναμις διὰ τοῦ καταπεφρονηκέναι τοῦ ὀστρακίνου σκεύους ἐπιδειξα μένους τὴν ὅλῃ ψυχῇ πρὸς αὐτὸν ἀγάπην. 3 Ὅλῃ δὲ ψυχῇ νομίζω ἀγαπᾶσθαι τὸν θεὸν ὑπὸ τῶν ἀποσπών των καὶ διϊστάντων αὐτὴν διὰ πολλὴν τὴν πρὸς τὸ κοινωνῆσαι τῷ θεῷ προθυμίαν οὐ μόνον ἀπὸ τοῦ γηΐνου σώματος ἀλλὰ καὶ ἀπὸ παντὸς σώματος· οἷς οὐδὲ μετὰ περισπασμοῦ καὶ περιελκυσμοῦ τινος γίνεται τὸ ἀποθέσθαι «τὸ» «τῆς ταπεινώσεως» «σῶμα», ὅταν καιρὸς διδῷ διὰ τοῦ νομιζομένου θανάτου ἐκδύσασθαι τὸ σῶμα «τοῦ θανά του» καὶ ἐπακουσθῆναι ἀποστολικῶς εὐξάμενον καὶ εἰπόντα· «τα λαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανά του τούτου;» τίς γὰρ τῶν «ἐν τῷ σκήνει» στεναζόντων διὰ τὸ βα ρεῖσθαι ὑπὸ τοῦ φθαρτοῦ σώματος οὐχὶ καὶ εὐχαριστήσει πρότερον εἰπών· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» βλέ πων ὅτι διὰ τῆς ὁμιλίας ῥυσθεὶς ἀπὸ «τοῦ σώματος τοῦ θανάτου» ἁγίως ἀναφθέγξεται τό· «χάρις τῷ θεῷ διὰ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν». εἰ δέ τινι τὸ τοιοῦτο χαλεπὸν φαίνεται, οὐκ «ἐδί ψησε» «πρὸς τὸν θεὸν» τὸν ἰσχυρὸν «τὸν ζῶντα» οὐδὲ ἐπεπόθησε πρὸς τὸν θεὸν «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων» οὐδὲ εἶπε· «πότε ἄρα ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» οὐδὲ ἐν ἑαυτῷ ἐλογίσατο ἃ διαλογισάμενος ὁ προφήτης, λεγομένου τοῦ·