Homiliae in Lucam 1.3 Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦ

 ἐπιγνώσεταί τις, «περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά λειαν», συνεὶς τὸν λόγον τοῦ εὐαγ γελίου. 2.12 «Ἦσαν δὲ δίκαιοι», φησίν, «ἀμ φότεροι». Οἱ θέλοντες σ

 ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι,

 ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ' ἑαυτοῦ 5.31 καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; 6.32 <Οὐ> πᾶς καιρὸς δέδοται

 «ἀγγέλοις». Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. «Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα», «ἵνα ἐν τῷ ὀ

 κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ' ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου», οὐ γεν

 παριστᾷ ἡ προφητεία· «Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι». Τίνι κέ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· «ἤγειρεν κέρας ἡμῖν». «Ἤγειρε», φησίν, ἡμῖν ὁ θεὸ

 αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά νοντος καὶ ὁσημέραι πλείονος γε νομένου καὶ ἡ ψυχὴ

 τα[ς] εἰς τὸν καταρτισμὸν τῶν ἁγίων». Ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον. Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες 12.74 ποιμένε

 τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. 14.83 «<Ὃ> ἀπέθανεν» Χριστός, «τῇ ἁμαρτίᾳ ἀπέθανεν», οὐχ ὅτι ἥμαρ τεν-»

 θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· «ἀπε λεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης». Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοή

 ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, 17.107 καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περ

 μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι. 20.123 Ἡ οὖν Μαρία ὡς θησαυροὺς «ἐτήρει πάντα» ὡς τῶν πραγμάτων ἐπιστήμων· οὐ γὰρ

 σκολιὰ εἰς εὐθεῖαν». Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται «τὰ σκολιὰ εἰς εὐθεῖαν». Καὶ πάλ

 κόσμου καθεζό μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. ∆ιὸ γέγραπται· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρ

 βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναι

 θεόν. ∆ιὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ 29.171 πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ άγουσιν αὐτὸν καὶ πειραζόμενον. 30.17

 χήρα τὸν Ἡλίαν «λιμοῦ γενομέ νου» ἐν τῷ Ἰσραὴλ «τοῦ ἀκοῦσαι λό γον θεοῦ». Περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλο

 ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος-ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς

 38.216 Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; 39.217 Ἐρωτῶσι τοίνυν· «ἐν τῇ

Homiliae in Lucam 1.3 Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦν χάρισμα τῷ λαῷ διάκρισις πνευ μάτων, ἀφ' οὗ ἐκρίνετο ὅ τε ἀληθὴς προφήτης καὶ ὁ ψευδώνυμος· οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ τὰ εὐαγγέλια «πολλοὶ» ἠθέλησαν γράψαι, ἀλλ' «οἱ δόκιμοι τραπε ζῖται» οὐ πάντα ἐνέκριναν, ἀλλά τινα αὐτῶν ἐξελέξαντο. 1.4 Τάχα δὲ καὶ τὸ «ἐπεχείρησαν» λεληθυῖαν ἔχει κατηγορίαν τῶν χω ρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν εὐαγγελίων. Ματ θαῖος γὰρ οὐκ «ἐπεχείρησεν», ἀλλ' ἔγραψεν ἀπὸ ἁγίου πνεύματος, ὁμοί ως καὶ Μᾶρκος καὶ Ἰωάννης, παρα πλησίως δὲ καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους εὐαγγέλιον καὶ τὸ ἐπι γεγραμμένον τῶν ∆ώδεκα εὐαγγέ 1.5 λιον οἱ συγγράψαντες «ἐπεχείρησαν»· Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης γράψαι κατὰ Βασιλείδην εὐαγγέ λιον. «Πολλοὶ μὲν οὖν ἐπεχείρησαν»· φέρεται γὰρ καὶ τὸ κατὰ Θωμᾶν εὐαγγέλιον καὶ τὸ κατὰ Ματθίαν καὶ ἄλλα πλείονα. Ταῦτά ἐστι τῶν ἐπιχειρησάντων· τὰ δὲ τέσσαρα μόνα προκρίνει ἡ τοῦ θεοῦ ἐκκλησία. Ὅ γε μὴν Λουκᾶς εἰπών· «περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν 1.6 πραγμάτων» τὴν διάθεσιν ἑαυτοῦ ἐμφαίνει, ὅτι οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα μετὰ παρρη σίας ἐβεβαίωσεν ὡς εὖ εἰδώς. Πε πληροφόρητο γὰρ καὶ ἐν οὐδενὶ ἐδίσταζεν, πότερον οὕτως ἔχει ἢ οὔ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πιστεύοντας καὶ εὐχομένους καὶ ἐπι τυχόντας καὶ εἰπόντας· «βεβαίωσόν με ἐν τοῖς λόγοις σου». Καὶ γὰρ ὁ ἀπόστολος περὶ τῶν βεβαίων φησίν· «ἵνα ᾖτε ἐρριζωμένοι καὶ τεθεμελιω μένοι τῇ πίστει.» Οὐδὲν γὰρ οὕτως πληροφορεῖ ὡς νοῦς καὶ λόγος· ὄψις γὰρ οὐ πληροφορεῖ, ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα, ἀλλὰ λόγῳ κρίνεται, ποῖα τὰ ἀληθῆ καὶ ποῖα τὰ ψευδῆ. 1.7 «Οἱ αὐτόπται», φησί, «καὶ ὑπηρέ ται τοῦ λόγου». Ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται, ὅτι «ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ κυρίου». Καίτοι γε φωνὴ οὐ βλέπεται, ἀλλ' ἀκούε ται, ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ θεοῦ φωνὴ βλέπεται, οἷς βλέ πεται. Ἐν δὲ τῷ εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλ' ὁ κρείττων τῆς φωνῆς λόγος. ∆ιὰ τοῦτο· «Καθ ὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». Οὐκοῦν οἱ ἀπόστο λοι «αὐτόπται τοῦ λόγου» ἦσαν οὐ μόνον ἑωρακότες τὸν Ἰησοῦν κατὰ σῶμα, ἀλλὰ καὶ τὸν θεοῦ λόγον. Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Ἰησοῦν κατὰ σῶμα «αὐτόπτην τοῦ λόγου» γίνε σθαι ἦν, καὶ Πιλᾶτος «αὐτόπτης» ἦν «τοῦ λόγου» καταδικάζων αὐτὸν καὶ Ἰούδας ὁ προδότης καὶ πάντες οἱ 1.8 λέγοντες· «σταύρου, σταύρου αὐ τόν». Ἀλλ' ἀπείη λέγειν, ὅτι ἐκεῖνοι ἦσαν «αὐτόπται τοῦ λόγου». Τὸ οὖν ἰδεῖν τὸν λόγον ἐκεῖ ἐννοεῖται, ὅπου ἔλεγεν ὁ σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με». Καὶ λεληθότως δέ τι καλὸν μάθη μα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρία ἐστίν, τινῶν δὲ θεωρημά των τὸ τέλος ἡ πρᾶξις. 1.9 Ἵνα μὲν οὖν διὰ τοῦ «αὐτόπται» δηλώσῃ τὸ θεωρητικόν, διὰ δὲ τοῦ «ὑπηρέται» τὸ πρακτικὸν αὐτῶν πα ραστήσῃ, «αὐτόπται καὶ ὑπηρέται» εἶπεν. «Ἔδοξε κἀμοὶ ἄνωθεν παρη κολουθηκότι»· γράφω δὲ οὐ ψιλὴν ἀκοήν, φησίν, παραλαβών, ἀλλ' ἀκ ριβῶς παρηκολουθηκὼς ἄνωθεν· διαβεβαιοῦται, ὅτι παρηκολούθησεν οὔ τισι τῶν εἰρημένων, ἀλλὰ πᾶσιν. Ἐπαινεῖ δὲ τὸν μακάριον Λουκᾶν καὶ ὁ ἀπόστολος λέγων· «οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ». 1.10 Εἰκὸς δὲ ὑπολαμβάνειν τινάς, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ εὐαγγέλιον. Ἀλλὰ καὶ πάντες, ἐὰν τοιοῦτοι ὦμεν ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ θεοῦ καὶ φιλεῖσθαι, θεόφιλοί ἐσμεν. Εἰ δέ τις «θεόφιλος», οὗτος καὶ «κράτιστος»· οὐδεὶς γὰρ «θεόφιλος» ἀσθενής. Καὶ ὥσπερ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπ 1.11 του, ὅτι «οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν», οὕτως εἴποιμι ἄν, ὅτι πᾶς «θεόφιλος» «κράτιστός» ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν ἀπὸ τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ· καὶ οὕτως