1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

1

In Jeremiam

Πότε ἤρξατο προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.

̔Ομιλία αʹ. 1.1 Ὁ θεὸς εἰς ἀγαθοποιίαν πρόχειρός ἐστιν, εἰς δὲ τὸ κολά σαι τοὺς ἀξίους κολάσεως μελλητής. ∆υνάμενος γοῦν ἐπαγαγεῖν τὴν κόλασιν τοῖς ὑπ' αὐτοῦ καταδικαζομένοις μετὰ σιωπῆς, μετὰ τοῦ μὴ προδιαμαρτύρασθαι, οὐδαμῶς τοῦτο ποιεῖ· ἀλλὰ κἂν καταδικάζῃ λέγει, τοῦ λέγειν αὐτῷ προκειμένου ἐπὶ τῷ ἐπιστρέψαι ἀπὸ τῆς καταδίκης τὸν καταδικασθησόμενον. Τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ <ἀρκεῖ> τὰ ἐπὶ τοῦ παρόντος ὑποπίπτοντα, ἵνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων. Οἱ Νινευῖται γὰρ ἁμαρ τωλοὶ ἐγεγόνεισαν καὶ κατεδικάσθησαν ὑπὸ τοῦ θεοῦ· «ἔτι τρεῖς ἡμέραι καὶ ἔμελλε Νινευὴ κατασκάπτεσθαι»· οὐκ ἠθέ λησε σιωπῶν ὁ θεὸς καταδικάσαι αὐτήν, ἀλλὰ «διδοὺς αὐτοῖς τόπον μετανοίας» καὶ ἐπιστροφῆς ἔπεμψεν Ἑβραῖον προφήτην, ἵνα εἰπόντος αὐτοῦ· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται», οἱ καταδεδικασμένοι μὴ κατα δικασθῶσιν, ἀλλὰ μετανοήσαντες τύχωσι τοῦ ἐλέους τοῦ θεοῦ. Οἱ ἐν Σοδόμοις καὶ Γομόρροις ἦσαν καταδεδικα σμένοι, ὡς δῆλον ἐκ τῶν λόγων τοῦ Θεοῦ τῶν πρὸς τὸν Ἀβραάμ· ἀλλ' ὅμως τὰ αὐτῶν πεποιήκασιν οἱ ἄγγελοι, θέλοντες σῴζεσθαι τοὺς μὴ θέλοντας σῴζεσθαι, λέγοντες τῷ Λώτ· «Εἰσί τινές σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγα τέρες;» οὐκ ἀγνοοῦντες ὅτι οὐχ ἕπονται ἐκεῖνοι τῷ Λώτ, ἀλλὰ ποιοῦντες τὰ τῆς τοῦ πέμψαντος αὐτοὺς «χρηστό τητος καὶ φιλανθρωπίας». 1.2 Τὸ ὅμοιον εὑρήσετε καὶ ἐπὶ τῶν κατὰ τὸν Ἱερεμίαν. Ἀναγέγραπται ὁ χρόνος τῆς προφητείας αὐτοῦ, πότε ἤρξατο καὶ μέχρι πότε προεφήτευσεν· εἶτα ὁ ἐντυγχάνων, ἐὰν μὴ προσέχῃ τῇ ἀναγνώσει μηδὲ ἐξετάζῃ τὸ βούλημα τῶν γεγραμμένων ἀναγνωσμάτων, ἐρεῖ ὅτι ἱστορία ἐστὶν καὶ ἀνα γέγραπται, πότε ἤρξατο προφητεύειν Ἱερεμίας καὶ μέχρι πόσου προφητεύσας χρόνου κατέληξε προφητεύων· τί οὖν πρὸς ἐμὲ αὕτη ἡ ἱστορία; ἀνέγνων, ἔμαθον ὅτι ἤρξατο προφη τεύειν «ἐν ἡμέραις Ἰωσίου τοῦ υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα ἕως ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ»· εἶτα «ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα» προφητεύων «ἕως τῆς συντελείας τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα», καὶ ἔμαθον ὅτι κατὰ τρεῖς βασιλεῖς ἡ προφητεία αὐτοῦ συνεξέτεινεν «ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί»· τί οὖν διὰ τούτων διδασκόμεθα, ἐὰν προσέχωμεν τῇ ἀναγνώσει; 1.3 Κατεδίκασεν ὁ θεὸς τὴν Ἱερουσαλὴμ διὰ τὰ ἁμαρτήματα αὐτῆς, καὶ ἦσαν κριθέντες εἰς αἰχμαλωσίαν ἐγκαταλειφθῆ ναι· ὅμως ὁ φιλάνθρωπος θεὸς ἐνεστηκότος τοῦ καιροῦ πέμπει καὶ τοῦτον τὸν προφήτην ἀνωτέρω τρίτης βασι λείας τῆς ἐπὶ τῆς αἰχμαλωσίας, ἵν' οἱ βουλόμενοι κατα νοήσαντες μετανοήσωσι διὰ τοὺς προφητικοὺς λόγους· ἐξαπέσταλκε προφήτην προφητεύειν καὶ ἐπὶ τοῦ δευτέ ρου μετὰ τὸν πρῶτον βασιλέα καὶ ἐπὶ τοῦ τρίτου μέχρι τῶν χρόνων αὐτῆς τῆς αἰχμαλωσίας· ἐδίδου γὰρ ἀνοχὴν ὁ μακρόθυμος θεὸς καὶ πρὸ μιᾶς ἡμέρας, ὡς ἔστιν εἰπεῖν, τῆς αἰχμαλωσίας, προτρέπων μετανοεῖν τοὺς ἀκούοντας, ἵνα παύσηται τὰ τῆς αἰχμαλωσίας σκυθρωπά. Ὅθεν γέγραπται ὅτι «ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ προεφήτευσεν Ἱερεμίας ἕως τοῦ πέμπτου μηνός»· ἤρξατο ἡ αἰχμαλωσία, καὶ ἔτι προεφήτευεν οἱονεὶ λέγων· αἰχμάλωτοι γεγόνατε, κἂν οὕτω μετανοήσατε· μετανοησάντων γὰρ ὑμῶν οὐ προκόψει τὰ τῆς αἰχμαλωσίας, ἀλλὰ τὸ ἔλεος τοῦ θεοῦ ἐπισταθήσεται ὑμῖν. Ἔχομεν οὖν χρήσιμον ἀπὸ τῆς ἀναγραφῆς ἐχούσης τοὺς χρό νους τῆς προφητείας, ὅτι προτρέπει κατὰ