Historia Lausiaca (recensio G)

 τοὺς τῶν πατέρων ἀναγραψάμενοι βίους, Ἀβραάμ τε καὶ τῶν καθεξῆς, Μωσέως καὶ Ἠλίου καὶ Ἰωάννου, οὐχ ἵνα ἐκείνους δοξάσωσιν ἐξηγήσαντο, ἀλλ' ἵνα καὶ τοὺ

 ἀγαθωσύνη, πίστις, πραΰτης, καὶ ἐγκράτεια, ὡμολόγηται. Pref.14 Αὐτὸς γὰρ ἔλεγε Παῦλος· Ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστι τὰ καὶ τά. Ὅτι δὲ ὁ σπουδάζω

 παρθένοις οὔσαις· ἀλλὰ παρέθετο αὐτὰς τῷ Χριστῷ λέγων· Ὁ κτίσας ὑμᾶς οἰκονομήσει ὑμῶν τὴν ζωήν, ὡς κἀμέ. Ἦν δὲ σὺν ταῖς ἀδελφαῖς αὐτοῦ σύστημα παρθέ

 δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι. 3.4 Ἀπομανεὶς οὖν ἐκεῖ νος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· Τὴν

 δὲ προαιρέσει σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ † προΐκασα † ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρω

 Συντυχὼν οὖν καὶ συνδιατρίψας τοῖς περὶ Ἀλε ξάνδρειαν μοναστηρίοις ἔτη τρία, καλλίστοις καὶ σπου δαιοτάτοις ἀνδράσιν ὡς δισχιλίοις, ἀναχωρήσας ἐκεῖθεν

 κύριε· καὶ τί κελεύεις λοιπόν; Κελεύω, φησίν, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ' ἰδίαν μείνῃ. Ἡ δὲ οὐκ ἠνέσχετο, εἰποῦσα· Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν,

 ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τε λευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος,

 μαρτυρίῳ τῷ λεγομένῳ Ῥουφινιαναῖς. Οὗ τὸ μνῆμα λέγεται θεραπεύειν πάντας τοὺς ῥιγιαζομένους.] 12 .tΠερὶ Βενιαμίν 12.1 Ἐν τούτῳ τῷ ὄρει τῆς Νιτρίας ἀνή

 τελειωθέντων· καὶ τοῖς μὲν ἤρεσκεν οὗτος, τοῖς δὲ ἐκεῖνος. Φιλονεικίας οὖν ἐμπεσούσης τῇ ἀδελφότητι ἐπὶ τοῖς ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακά ριον Π

 οὖν καὶ ἐκ ταύτης φυγαδεῦσαί σε. 16.3 Γνοὺς οὖν ὅτι ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην κέλλαν. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέ

 ἐπί σε τὰ τέλη, οὗ καὶ τὸ πάθος νοσεῖς. Συνέβη, δὲ αὐτὸν παρακοῦσαι μετὰ τὴν κοίμησιν τοῦ Μακα ρίου μετὰ ἄλλα δεκαπέντε ἔτη ἢ εἴκοσιν, καὶ οὕτως ἠλεφ

 τὸν ἅγιον, λαβὼν ἐπηύξατο αὐτῷ τὸν θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν ἢ δευτέραν ἡμέραν ὑπολωφήσαντος τοῦ πάθους λέγει αὐτῇ ὁ ἅγιος Μακά ριος· 17.13 Πόσον

 κόρακες κατὰ τῆς ὄψεώς μου, καὶ λέγοντες· Τί θέλεις, Μακάριε; Τί θέλεις, μοναχέ; Τί ἦλθες ἡμῶν εἰς τὸν τόπον; Οὐ δύνασαι μεῖναι ὧδε. Εἶπον οὖν αὐτοῖ

 τῶν ἐν ταῖς χερσὶν οὐδὲν ἐποίει. Θεασάμενοι οὖν πάντες οἱ ἀσκηταὶ ἐστασίασαν κατὰ τοῦ ἡγουμένου λέγοντες· Τοῦτον ἡμῖν πόθεν ἤγαγες τὸν ἄσαρκον, εἰς κ

 σαλεύσετε, οὐ μὴ ὑμῶν ἀκούσω. 18.24 Ἐπὶ πολὺ οὖν πεσὼν ἀνέστη. Ἐπιγενομένης δὲ νυκτὸς πάλιν αὐτῷ ἐπέθεντο· καὶ σπυρίδα μοδίων δύο ψάμμου πληρώσας καὶ

 πεντήκοντα σημεῖα ἀπῆλθεν ὅπου τὸ κολλήγιον εἶχεν. Οὗτος ὁ τοσοῦτος ὀψέ ποτε κατανυγεὶς ἐκ περιστάσεώς τινος, ἐπέδωκεν ἑαυτὸν μοναστηρίῳ καὶ οὕτως προ

 οὕτως ὡς τὰς μυίας ταύτας ἡμᾶς φοβεῖσθαι μᾶλλον ἢ ἐκεῖνον τοὺς δαίμονας. Αὕτη ἡ πολιτεία Μωσέως τοῦ Αἰθίοπος, ὃς καὶ αὐτὸς ἦν ἐν τοῖς μεγάλοις τῶν πατ

 Εὐλογίου καὶ ἀξίως τρεφόμενος τῆς νόσου. Μετὰ δὲ τὰ δεκαπέντε ἔτη δαίμων ἐνέσκηψεν εἰς αὐτὸν καὶ ἀποστασιάζει πρὸς τὸν Εὐλόγιον· καὶ ἤρξατο τοσαύταις

 περιστραφῆτε μηδαμοῦ, ἀπέλθετε· μὴ χωρισθῆτε ἀπ' ἀλλήλων, ἀλλ' ἢ εἰς τὴν κέλλαν ὑμῶν εἰς ἣν ἐχρο νίσατε. Ἤδη γὰρ ἀποστέλλει ὁ θεὸς ἐφ' ὑμᾶς. Ὁ πειρασμ

 ἐκείναις πολιτείαν οἵαν οὐδέποτε ἐν νεότητι. 22.5 Καὶ βρέξας θαλλοὺς λέγει αὐτῷ· ∆έξαι, πλέξον σειρὰν ὡς κἀγώ. Πλέκει ὁ γέρων ἕως ἐννάτης ὀργυίας δε

 Καὶ στὰς κατὰ πέτρας ἐν τῷ ὄρει προσεύχεται καὶ λέγει οὕτως· Σὺ βλέπεις, Ἰησοῦ Χριστέ, ὁ σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου, ὅτι οὐ μὴ κατέλθω ἀπὸ τῆς πέ

 φρόνησιν οὐκέτι μοι ἤγγισεν. 24 .tΠερὶ Στεφάνου τοῦ Λίβυοσ 24.1 Στέφανός τις Λίβυς τῷ γένει ἐκ πλαγίου τῆς Μαρμαρικῆς καὶ τοῦ Μαρεώτου ἐκαθέσθη ἐπὶ ἑ

 ἐνθεῖναι τῷ βιβλιδαρίῳ πρὸς ἀσφάλειαν τῶν ἐντυγχανόντων, καθάπερ καὶ ἁγίοις φυτοῖς τοῦ παραδείσου τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ· ἵνα εἴ ποτε α

 ὑπερηφανίας περιέπεσε πτώσει. Καὶ ἀνοίξασα τὴν θυρίδα εἰσεδέξατο τὸν ὑπηρετούμενον καὶ αὐτῷ συνεφύρη ἐν τῷ μὴ κατὰ θεϊκὴν πρόθεσιν καὶ ἀγάπην θεοῦ ἐσχ

 λέγοντες αὐτῇ ὅτι Ἡμεῖς οὐ τολμῶμεν συναντῆσαι αὐτοῖς· οἴδαμεν γὰρ αὐτῶν τὴν μέθην καὶ τὴν ἀπόνοιαν. 31.3 Ἀλλ' εἰ ποιεῖς ἔλεος καὶ ἐπὶ πᾶσαν τὴν κώμη

 ἀγγέλῳ ὅτι ὀλίγαι εἰσὶν αἱ εὐχαί, λέγει αὐτῷ ὁ ἄγγελος· Ταῦτα διετύπωσα ὡς φθάνειν καὶ τοὺς μικροὺς ἐπιτελεῖν τὸν κανόνα καὶ μὴ λυπεῖσθαι. Οἱ δὲ τέλε

 πρᾶγμα. Ἐλ θόντι οὖν τῷ πρεσβυτέρῳ ἀνήγγειλαν τὸ πρᾶγμα αἱ λοιπαὶ ἀδελφαί· καὶ ἐκέλευσε τούτων μὲν μηδὲ μιᾶς προσφορὰν ἐπιτελεσθῆναι· τὰς δὲ μὴ εἰρηνε

 ἔτη ἐγκεκλεισμένος καὶ διὰ θυρίδος λαμβάνων παρὰ τοῦ δια κονοῦντος αὐτῷ τὰς χρείας κατηξιώθη χαρίσματος προρ ρήσεων. Ἐν οἷς καὶ τῷ μακαρίῳ Θεοδοσίῳ τῷ

 ἱκανῶς, ηὐχαρίστησα τῷ θεῷ τὰς ἐλαυνούσας με προφάσεις ἠνυσμένας μαθών. 35.10 Εἶτα πάλιν λέγει μοι χαριεντιζόμενος· Θέλεις ἐπίσκοπος γενέσθαι; Εἶπον

 μέλλειν γεννᾶν ἐδυστόκει, τοῦ πνεύματος συντρίβοντος αὐτήν. Τῆς γυναικὸς οὖν δαιμονιζομένης ὁ ἀνὴρ αὐτῆς ἐπέστη καὶ παρεκάλει τὸν ἅγιον ἐκεῖνον παρα γ

 προσδραμόντες ἅπαντες, τριβωνοφόροι τε καὶ βιρροφόροι, λέγουσιν αὐτῷ· Τί ἔχεις; Καὶ πόθεν εἶ; Καὶ τί πάσχεις; Λέγει αὐτοῖς· Τῷ μὲν γένει εἰμὶ Αἰγύπ

 καὶ ἵνα τί προέλ θω; Λέγει αὐτῇ· Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσ μος, ταὐτόν σοί ἐστι καὶ προελθεῖν καὶ μὴ προελθεῖν· πρόελθε οὖν. Προῆλθε· καὶ

 ὑποβάλλῃ. 38.6 Λέγει αὐτῷ· Εἰ ἀκούεις τοῦ φίλου σου, οὐ συμφέρει σοι ἐν τῇ πόλει ταύτῃ διάγειν. Λέγει αὐτῷ ὁ Εὐάγριος· Ἐὰν ὁ θεός με ταύτης τῆς συ

 αὐτοῖς τελευτᾷ, κοινωνήσας εἰς τὰ Ἐπιφάνια εἰς τὴν ἐκκλησίαν. Ἀφηγεῖτο οὖν ἡμῖν περὶ τὸν θάνατον ὅτι Τρίτον ἔτος ἔχω μὴ ὀχλούμενος ὑπὸ ἐπιθυμίας σαρκ

 ὑμᾶς χειροτονῶ ἐμαυτὸν ξενοδόχον. Καὶ λαβὼν ἀργύ ρια καὶ διαφράξας τοὺς ἐμβόλους καὶ στήσας κλίνας ὡς τριακοσίας ἐνοσοκόμει τοὺς λιμώττοντας, τοὺς μὲ

 τῆς ἀναλήψεως βουνὸν ὅθεν ἀνελήφθη ὁ Ἰησοῦς, ἑστὼς καὶ ψάλλων καὶ προσευχόμενος διετέλει· καὶ εἴτε ἔνιφεν εἴτε ἔβρεχεν εἴτε ἐπάχνιζεν, ἀσάλευτος ἔμενε

 τῶν ἑψομένων διὰ πυρός. ∆ιακαρτερήσας ἐν τούτοις ἐπὶ δεκαοκτὼ ἔτεσιν ᾖσε τὸν ἐπινίκιον ὕμνον τῷ Χριστῷ. Οὗτος ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας δια φόρως

 Ἱεροσολύμοις εὐχῆς ἕνεκεν, ἐπισκόπους τε καὶ μονάζοντας καὶ παρθένους, οἰκείοις ἀναλώμασιν ᾠκοδόμησαν μὲν πάντας τοὺς παρατυγχάνοντας, ἥνωσαν δὲ τὸ σχ

 πολλαῖς ψυχαῖς, ἐν ταῖς μὲν εὐφυία διανοίας, ἐν ταῖς δὲ ἐπιτηδειότης ἀσκήσεως. Ἀλλ' ὅταν μὴ γένηται δι' αὐτὸ τὸ καλὸν μήτε ἡ πρᾶξις μήτε ἡ εὐφυία, μήτ

 Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· 47.16 μήποτε μετὰ τῶν θαυμάτων καὶ ἡ ἄνεσις καὶ ἡ εὐθηνία καὶ ἡ τιμὴ α

 γυμνώσαντες ἐπῆλ θον. Καὶ συνέβη πρᾶγμα τοιοῦτον· ἐν τῷ τὸ ξίφος ἐπᾶραι καὶ βουληθῆναι σπᾶσαι κατὰ τοῦ Γαδδανᾶ ἀπεξηράνθη ἡ χεὶρ τοῦ τὸ ξίφος γυμνώσαν

 ἤγαγεν ἐπὶ τὸν μονήρη βίον. Καὶ τὸν Πουπλι κούλα δὲ υἱὸν τὸν νεώτερον κατηχήσασα ἤγαγεν ἐπὶ τὴν Σικελίαν· καὶ πάντα αὐτῆς τὰ ὑπόλοιπα διαπωλήσασα καὶ

 ἑαυτῆς θυγατρί. 57.2 Ταύτην ἔγνων ἐγὼ διὰ πάσης νυκτὸς κοπιῶσαν καὶ ἀλήθουσαν ταῖς χερσὶν ἐπὶ καθαιρέσει τοῦ σώματος, διηγουμένην ὅτι Τῆς νηστείας μὴ

 ταύτης, Ταὼρ ὀνόματι, ἔχουσα τριάκοντα ἔτη ἐν τῷ μοναστηρίῳ, ἱμάτιον καινὸν ἢ μαφόριον ἢ ὑπόδημα λαβεῖν οὐκ ἠθέλησεν οὐδέποτε, λέγουσα ὅτι Οὐ χρείαν

 ἑαυτῆς. Ἠλευθέρωσε δὲ τὰ βουληθέντα ἀνδράποδα ὀκτα κισχίλια, τὰ λοιπὰ γὰρ οὐκ ἐβουλήθησαν ἀλλ' ᾑρήσαντο δουλεῦσαι τῷ ἀδελφῷ αὐτῆς· ᾧ παρεχώρησε πάντας

 λογιωτάτη ἐλέγετο καὶ πιστοτάτη· ἥτις Ὠριγένην τὸν συγγραφέα φεύγοντα τὴν ἐπανάστασιν τῶν Ἑλ λήνων ἐδέξατο ἐπὶ δύο ἔτη ἰδίοις ἀναλώμασι καὶ ὑπηρεσίᾳ ἀ

 σπάσωσί τι τῶν πολιτικῶν θορύβων ἐκπίπτοντες τῆς προ θέσεως. 67 .tΠερὶ Μάγνασ 67.1 Ἐν ταύτῃ τῇ πόλει Ἀγκύρᾳ πολλαὶ μὲν καὶ ἄλλαι παρθένοι ὡς χιλιάδες

 ἀναγνώστην τινὰ τῆς πόλεως συκοφαν-τῆσαι. Καὶ γενονυίας ἤδη ἐγκύου, ἐξεταζομένη παρὰ τοῦ πατρὸς κατεῖπε τοῦ ἀναγνώστου. Ὁ δὲ πρεσβύτερος θαρσῶν ἀνήνεγ

 ἄρτους ἐν τῇ μηλωτῇ θερμούς· ἄλλοτε πάλιν οἶνον καὶ ἄρτους. Ἄλλοτε πάλιν λέγοντος ἔγνων ὅτι Λείπῃ· ἀπελθὼν οὖν λαβὲ παρὰ τοῦδε σῖτον καὶ ἔλαιον. Ἐλθ

Historia Lausiaca (recensio G)

ΠΑΛΛΑ∆ΙΟΥ ΛΑΥΣΙΑΚΟΝ Πολλῶν πολλὰ καὶ ποικίλα κατὰ διαφόρους καιροὺς συγγράμματα τῷ βίῳ καταλελοιπότων, τῶν μὲν ἐξ ἐπι πνοίας τῆς ἄνωθεν χάριτος θεοδότου εἰς οἰκοδομὴν καὶ ἀσφάλειαν τῶν πιστῇ προθέσει ἑπομένων τοῖς δόγμασι τοῦ σωτῆρος, τῶν δὲ ἐξ ἀνθρωπαρέσκου καὶ διεφθαρμένης προθέσεως ὑλομανησάντων εἰς παραμυθίαν τῶν κενοδοξίαν κισσώντων, ἑτέρων δὲ ἔκ τινος μανίας καὶ ἐνεργείας τοῦ μισοκάλου δαίμονος τύφῳ καὶ μήνιδι ἐπὶ λύμῃ τῶν κου φογνωμόνων ἀνθρώπων καὶ σπίλῳ τῆς ἀχράντου καὶ καθο λικῆς ἐκκλησίας ἐπεισφρησάντων ταῖς διανοίαις τῶν ἀνοήτων ἐπὶ ἐγκότῳ τῆς σεμνῆς πολιτείας· Pref.2 ἔδοξε κἀμοὶ τῷ ταπεινῷ, αἰδεσθέντι τὴν ἐπιταγὴν τῆς σῆς μεγαλονοίας, φιλομαθέστατε, τὴν ἐπὶ προκοπῇ τῆς διανοίας, τριακοστὸν μὲν καὶ τρίτον ἔτος ἄγοντι ἐν τῇ τῶν ἀδελφῶν πολιτείᾳ δῆθεν καὶ τῷ μονήρει βίῳ, εἰκοστὸν δὲ τῆς ἐπισκοπῆς, πεν τηκοστὸν δὲ καὶ ἕκτον ἐν τῇ πάσῃ ζωῇ, ποθοῦντί σοι τὰ τῶν πατέρων διηγήματα, ἀρρένων τε καὶ θηλειῶν, ὧν τε ἑώρακα καὶ περὶ ὧν ἀκήκοα, οἷς τε συνανεστράφην ἐν τῇ κατ' Αἴγυπτον ἐρήμῳ καὶ Λιβύῃ καὶ Θηβαΐδι καὶ Συήνῃ, ὑφ' ἣν καὶ οἱ λεγόμενοι Ταβεννησιῶται, ἔπειτα Μεσοποταμίᾳ Παλαιστίνῃ τε καὶ Συρίᾳ, καὶ τοῖς μέρεσι τῆς δύσεως Ῥώμῃ τε καὶ Καμπανίᾳ καὶ τῶν περὶ ταύτην, ἄνωθεν ἐκθέσθαι σοι ἐν διηγήματος εἴδει τὸ βιβλίον τοῦτο· Pref.3 ὅπως σεμνὸν καὶ ψυχωφελὲς ὑπομνηστικὸν ἔχων ἀδιάλειπτον φάρ μακον λήθης πάντα μὲν νυσταγμὸν τὸν ἐξ ἀλόγου ἐπιθυμίας, πᾶσαν δὲ διψυχίαν καὶ κιμβικίαν τὴν ἐν ταῖς χρείαις, πάντα τε ὄκνον καὶ μικροψυχίαν τῶν ἐν τῷ ἤθει, ὀξυθυμίαν τε καὶ τάραχον καὶ λύπην καὶ ἄλογον φόβον διὰ τούτου ἀποσκευαζό μενος καὶ τὸν μετεωρισμὸν τοῦ κόσμου, ἀδιαλείπτῳ πόθῳ προκόπτῃς ἐν τῇ προθέσει τῆς εὐσεβείας, ὁδηγὸς καὶ σαυτοῦ καὶ τῶν μετὰ σοῦ καὶ τῶν ὑπὸ σὲ καὶ τῶν εὐσεβεστάτων γινόμενος βασιλέων· δι' ὧν κατορθωμάτων πάντες οἱ φι λόχριστοι ἑνωθῆναι θεῷ ἐπείγονται· συνεκδεχόμενος καὶ τὴν ἀνάλυσιν τῆς ψυχῆς καθ' ἡμέραν, κατὰ τὸ γεγραμμένον· Pref.4 "Ἀγαθὸν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι"· καὶ τὸ "Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν"· ὁ γὰρ μνημονεύων ἀεὶ τοῦ θανάτου ὡς ἐξ ἀνάγκης ἥξει καὶ οὐ μελλήσει, οὐ πταίσει μεγάλα· μήτε παραλογιζόμενος τὴν ὑποθήκην τῶν ὑφηγήσεων μήτε δια πτύων τὴν ἰδιωτείαν καὶ τὸ ἀκαλλὲς τῆς λέξεως. Οὐ γὰρ δὴ τοῦτο τὸ ἔργον ἐστὶ θεϊκῆς διδασκαλίας σεσοφισμένως φράζειν, ἀλλὰ πείθειν τὴν γνώμην νοήμασιν ἀληθείας, κατὰ τὸ εἰρημένον· "Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ"· καὶ πάλιν· "Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον". Pref.5 Ἐγὼ τοίνυν, φιλομαθέστατε θεοῦ ἄνθρωπε, ἐκ μέρους ἑπόμενος ταύτῃ τῇ ῥήσει πολλοῖς τῶν ἁγίων συντετύχηκα, οὐ περιέργῳ χρησάμενος λογισμῷ, ἀλλὰ καὶ τριάκοντα ἡμερῶν καὶ δὶς τοσούτων ὁδὸν ἐξανύσας, ὡς ἐπὶ θεοῦ πεζῇ τῇ πορείᾳ πατήσας πᾶσαν τὴν γῆν Ῥωμαίων, ἠσμένισα τὴν κακουχίαν τῆς ὁδοιπορίας ἐπὶ συντυχίᾳ ἀνδρὸς φιλοθέου, ἵνα κερδήσω ὅπερ οὐκ εἶχον. Pref.6 Εἰ γὰρ ὁ πολλῷ κρείττων ἐμοῦ ὑπερβὰς πολιτείᾳ καὶ γνώσει καὶ συνειδήσει καὶ πίστει Παῦλος τὴν ἀπὸ Ταρσοῦ εἰς τὴν Ἰουδαίαν ἐστείλατο ἀποδημίαν ἐπὶ συντυχίᾳ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου, καὶ ἐν εἴδει καυχήματος διηγεῖται, στηλιτεύων ἑαυτοῦ τοὺς πόνους εἰς παροξυσμὸν τῶν ὄκνῳ καὶ ἀργίᾳ συζώντων ἐν τῷ εἰπεῖν· "Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν", οὐκ ἀρκούμενος τῇ φήμῃ τῆς ἀρετῆς ἀλλ' ἐπιποθῶν καὶ τὴν τοῦ εἴδους αὐτοῦ συντυχίαν· πόσῳ μᾶλλον ἐγὼ ὁ μυρίων ταλάντων χρεωφειλέτης ὤφειλον τοῦτο ποιῆσαι, οὐκ ἐκείνους εὐεργετῶν ἀλλ' ἐμαυτὸν ὠφελῶν. Pref.7 Καὶ γὰρ οἱ