Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

Descriptio Sanctae Sophiae

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ ΕΚΦΡΑΣΙΣ ΤΟΥ ΝΑΟΥ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ Ἴαμβοι πρὸς τὸν βασιλέα Ἰουστινιανόν

Ἄρ' ἔστιν εὑρεῖν μείζονα τῆς νῦν ἡμέρας, ἐν ἧι θεός τε καὶ βασιλεὺς

σεμνύνεται; οὐκ ἔστιν εἰπεῖν. Χριστὸν ἴσμεν δεσπότην, ἴσμεν δὲ πάντως· τοῦτο γὰρ τοῖς σοῖς λόγοις ποιεῖς, κράτιστε, γνώριμον καὶ βαρβάροις· ὅθεν συνεργὸν αὐτὸν ἐν ταῖς πράξεσιν ἔχεις παρόντα, νομοθετῶν, κτίζων πόλεις, νεὼς ἐγείρων, ὅπλα κινῶν εἰ δέοι, σπονδάς τε τάττων καὶ καταστέλλων μάχας, ὅθεν τὸ νικᾶν συμφυὲς τοῖς σοῖς πόνοις ὥσπερ ἐπίσημον· (οὐχὶ πρὸς τὴν ἑσπέραν ὅρος μὲν ἡμῖν ὠκεανὸς τοῦ σοῦ κράτους τὴν γῆν διεκδραμοῦσι; πρὸς δὲ τὴν ἕω οὐ πάντας ἤδη τοὺς μὲν ἐτρέψω μάχαις, τοὺς δὲ πρὶν ἐλθεῖν ἐς τόδε προσλαμβάνεις; Λίβυν δὲ πάντα δοῦλον οὐκ ἔχεις πάλαι;) ὅθεν νόσους μὲν διαδιδράσκεις εὐκόλως, οὐκ ἐλπίσαντος οὐδενός· ὅθεν εἰκότως τοὺς ἐν ἀφανεῖ, κράτιστε, κινδύνους ἀεὶ μαθὼν παρῆλθες, οὐ δόρασιν, οὐκ ἀσπίσιν, αὐτῆι δὲ χειρὶ τοῦ θεοῦ φρουρούμενος. Ἄγαμαί σε, παγκράτιστε, τῆς εὐψυχίας, ἄγαμαί σε τῆς γνώμης τε καὶ τῆς πίστεως. ὁ λόχος συνέστη, καὶ παρεσκευασμένον τὸ ξίφος ὑπῆρχε, καὶ παρῆν ἡ κυρία, καὶ τῶν βασιλείων ἐντὸς οἱ ξυνωμόται ἤδη παρῆλθον, τῆς πύλης τε τῆς ἔσω, μεθ' ἣν ἔμελλον προσβαλεῖν τοῖς σοῖς θρόνοις, ἥπτοντο. ταῦτα γνοὺς δὲ καὶ μαθὼν πάλαι ἐκαρτέρησας καὶ πεπίστευκας μόνωι τῶι σου προασπίζοντι, τὸν θεὸν λέγω, ὧι πάντα νικᾶις· τοῦ σκοποῦ δ' οὐκ ἐσφάλης. τί γὰρ ἐπὶ τούτοις; ἔπεσεν αὐτοχειρίαι ὁ τὸν λόχον ἄγων· οὐ γὰρ ἤθελεν ἡ ∆ίκη αὐτὸν διασώζειν. ἐμφανῶς δ' ἠπίστατο ἐκ τῶν τυράννων τῶν παθόντων πολλάκις, ὡς, εἴπερ αὐτοῦ ζῶντος ἐγκρατὴς ἔσηι, εἰς οἶκτον εὐθύς, εἰς ἔλεον πάντως τρέπηι κἀνταῦθα νικῶν πᾶσαν ἀνθρώπου φύσιν. ταῖς τοῦ βίου γὰρ συμπαθῶν ἁμαρτάσιν ἐπεστέναξας πολλάκις τοῖς πταίσμασιν ἡμῶν, ἄριστε· πολλάκις δὲ δακρύοις τὸ πρᾶον ὄμμα βασιλικῶς ὑποβρέχεις ἀλγῶν ἐφ' ἡμῖν· πρὸς δὲ τὴν ἀκρασίαν βλέπων μάλιστα, τὴν σύνοικον τῶι βίωι, λύεις ἅπαντας τῶν κακῶν ὀφλημάτων ὥσπερ τὸ θεῖον, πρὸς δὲ συγγνώμην τρέχεις. αἰτεῖς δὲ σαυτόν, ἡνίκα τῶν δεήσεων τὸ μέγεθος οὐ δίδωσι τῶν δεήσεων ἑτέρους κατάρχειν· καὶ γὰρ οὐκ ἐᾶις ποτὲ ἄλλου γενέσθαι τὸν ἔλεόν σου τὸν πάνυ. ἐξ ὧν δὲ δρῶμεν οὐχ ὁσίων τολμημάτων ἔχεις ἀφορμὰς τῆς ἄνω παρρησίας. Οὐχὶ πρὸς αὐτὸν τὸν θεὸν ἐξοπλίζεται ὁ τὸν βασιλέα τοῦτον οὐ θέλων κρατεῖν, τὸν ἥμερον, τὸν ἡδύν, ἐν τῶι μετρίωι εὐεργετοῦντα καὶ φίλους καὶ μὴ φίλους; σώζει σε ταῦτα· ταῦτα τὴν ψυχὴν ποεῖ τῆς βασιλίδος, κράτιστε, τῆς εὐδαίμονος, τῆς πανταρίστης, τῆς καλῆς καὶ πανσόφου, ἔχειν ὑπὲρ σοῦ πρὸς θεὸν παρρησίαν, ἣν ζῶσαν εἶχες εὐσεβῆ συνεργάτιν, ἐπεὶ δὲ μετῆλθε, παρέσχε τοῖς ὑπηκόοις ὅρκον βοηθόν, ὅρκον ἀρραγέστατον, ὃν οὐ παρῆλθες οὐδ' ἑκὼν παραδράμοις. Καὶ ταῦτα μὲν δὴ ταῦτα· πρὸς δὲ τὸν νεὼν ἤδη βαδίζειν βουλομένοις θαρρεῖν δίδου. ἔστω δὲ τῶν σῶν καὶ τὸ δήπου θαυμάτων, λόγους φανῆναι πρᾶγμα τολμῶντας φράσαι τὸ πάντα νικῶν θαυμάτων ὑπερβολῆι. ἔστιν δὲ δεῖγμα τῶν ἄγαν σου θαυμάτων ὁ τοσοῦτος ἔρως, ὃν ἡ πόλις πᾶσα τρέφει ἐπὶ σοί, βασιλεῦ κράτιστε, καὶ τῶι σῶι νεώι. ἐπεὶ γὰρ ἦγες τὴν ἑορτὴν ὡς ἔδει, ἅπας ὁ δῆμος εὐθύς, ἡ γερουσία, οἱ τὸν μέσον ζηλοῦντες ἀσφαλῆ βίον τὰς τῆς ἑορτῆς ἡμέρας ἐπεξάγειν ἤιτουν· παρεῖχες· ἐξέδραμον· ἤιτουν πάλιν· πάλιν παρεῖχες. τοῦτο δὲ δρῶν πολλάκις ἐπεξέτεινας τὴν ἑορτὴν πλουσίως. Τούτων λεχθέντων ἐν τῶι παλατίωι διηιρέθη ἡ ἀκρόασις, καὶ ἐλέχθη τὰ λοιπὰ ἐν τῶι ἐπισκοπείωι, ἐπὶ Εὐτυχίου τοῦ ἁγιωτάτου πατριάρχου, προλεχθέντων τῶν ὑποκειμένων ἰάμβων.