Descriptio ambonis

 Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν

 γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλ

 εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτ

Descriptio ambonis

ΤΟΥ ΑΥΤΟΥ ΕΚΦΡΑΣΙΣ ΤΟΥ ΑΜΒΩΝΟΣ ΛΕΧΘΕΙΣΑ Ι∆ΙΑΖΟΝΤΩΣ ΜΕΤΑ ΤΗΝ ΠΡΩΤΗΝ ΠΑΡΟ∆ΟΝ ΤΗΝ ΜΕΓΑΛΗΝ ΕΝ ΤΩΙ ΠΑΤΡΙΑΡΧΕΙΩΙ

Ἔχεις ἅπασαν, ὦ βασιλεῦ, τὴν ἐλπίδα, προσθεὶς τὸ λεῖπον τῶι νεῶι τῶι

παγκάλωι. οὐκοῦν, ἄριστοι, προσφόρως καὶ νῦν ἐγὼ ἥκω τὸ λεῖπον προστιθεὶς τῶι βιβλίωι. καλὸν γὰρ ἂν εἴη τοὺς λόγους τῶι δεσπότηι συνδημιουργεῖν τὸν νεὼν τὸν τοῦ λόγου. εὖ γ' ὦ θέατρον, εὖ γε τῆς προθυμίας τῆς εἰς τὸ κρεῖττον· οὐ γὰρ οἶμαι νῦν ἐμοὶ τὸν νοῦν προσέχοντες, ἀλλὰ τοῦ νεὼ χάριν θέατρον ἔσται καὶ πανήγυρις πάλιν. εὖ γ' ὦ θέατρον· τρὶς γὰρ ἤδη συγκαλῶν καὶ τῶν συνήθων ἐξαναστήσας πόνων οὔπω σκυθρωπὸν εἶδον ὑμῶν οὐδένα, οὐκ ἀσχολίαν τιθέντα προυργιαιτέραν. ἔστιν γὰρ οὐδὲν μικρόν, οὐδ' εἰ μικρὸν ἦι, τῶν τοῦ μεγίστου βασιλέως καὶ τοῦ νεὼ τοῦ πᾶσαν ἡμῖν ἐμποήσαντος χάριν τρυφῆς τε μακρᾶς εὐσεβεῖς πανηγύρεις· ὃς πᾶσι σεμνὴν ἐμβαλὼν εὐθυμίαν πᾶσαν κεκίνηκε λογικὴν ἀηδόνα, ὥσπερ φανέντος ἔαρος, ἐξωιχηκότος χειμῶνος, ἤδη πᾶς τότε κλάδος τρέφει εὔφωνον ἠχοῦς ποικίλης μελωιδίαν. πέφυκε τοίνυν μικρὸν οὐδὲν τοῦ νεώ· ἔστι γὰρ ἀληθῶς παμφόρου τρυφῆς θέα. οὐκοῦν πρόσειμι τῶι σεβασμίωι τόπωι, ὃν ὁ βασιλεὺς ἔναγχος ἐξειργασμένος κάλλιστον εἶναι χωρίον τοῖς βιβλίοις τῶν μυσταγωγῶν ἱερούργηκεν λόγων.

Ὑμνοπόλοι Χριστοῖο θεουδέες, ὧν ὑπὸ φωνῆς πνεύματος ἀχράντοιο μετ' ἀνέρας ἤλυθεν ὀμφὴ ἀνδρομέην Χριστοῖο διαγγέλλουσα λοχείην· ἠδ' ὁπόσοι μετὰ τύμβον ἀκήρατον ἔθνεσι γαίης σύμβολα κηρύσσοντες ἀνεγρομένοιο θεοῖο πᾶσαν ἐφαιδρύνασθε κατηφέος ἄντυγα κόσμου, τυφλὸν ἀμειδήτοιο νέφος σκεδάσαντες ὀμίχλης· οἳ ξίφος, οἳ μάστιγα βιοφθόρον, οἵ τε καμίνους ἀσπασίως ἔτλητε, καὶ οὐκ ἐκλίνατε κωφοῖς αὐχένας εἰδώλοισι, βάσιν δ' ἐστήσατε θυμοῦ ἔμπεδον ἀχράντοιο θεοῦ περὶ μάρτυρι τιμῆι· οἷς πλέον ἠελίοιο μόρου ζείδωρος ἀνάγκη ἐλπίσιν ἀφράστοισιν ἐφήνδανεν· οὕς ποτε λύθροις λουσαμένους ἰδίοισι βιαρκέος ἀντὶ λοετροῦ Χριστὸς ἄναξ ἔστεψε, καὶ αἱμαλέοισι ῥεέθροις ψυχαίης ἐκάθηρεν ὅλην σμώδιγγα καλύπτρης· δεῦρο, χοροὺς στήσασθε καὶ εὐαγέεσσιν ἀοιδαῖς σύνθροον ἡμετέρηισι μέλος πλέξασθε χορείαις. ὑμέτερος γὰρ χῶρος ἀείδεται, ὁππόθι πολλὴ θεσπεσίαις βίβλοισιν ἀκήρατος ἔγρεται ἠχώ. Ἔστι τις εὐρυπόροιο κατ' ἔνδια μέσσα μελάθρου ἁβρὸς ἰδεῖν καὶ μᾶλλον ἐς ἀντολίην τι νενευκὼς πύργος, ἀκηρασίοισιν ἀπόκριτος ἤθεσι βίβλων, †ὄρθιος βάθροις, διδυμάοσιν ἀμβατὸς οἴμοις, ὧν μία μὲν ποτὶ νύκτα τιταίνεται, ἡ δὲ πρὸς ἠῶ. εἰσὶ γὰρ ἀλλήληισιν ἐναντίαι, ἀμφότεραι δὲ εἰς ἕνα χῶρον ἄγουσιν ἴσον περιηγέϊ κύκλωι. ἐνδάδε γὰρ κύκλωι μὲν ἐοικότα χῶρον ἑλίσσει λᾶας ἑείς· οὐ μὴν περιηγέϊ πάντοσε τόρνωι ἶσος ἔφυ, βαιὸν δὲ συνέρχεται, εἰσόκε πέτρου ἄντυγα μηκύνειε. πρὸς ἑσπερίην δὲ καὶ ἠῶ ἐκπροθέων κύκλοιο λίθου μηκύνεται αὐχήν, ἐμβεβαὼς βαθμοῖσιν. ὑπ' ἀργυρέοις δὲ μετάλλοις ἄχρις ἐπὶ ζωστῆρα καλοὺς ἱδρύσατο τοίχους θεῖος ἄναξ, κεράεσσιν ἐοικότας. οὐ γὰρ ἑλίσσει ἄργυρον ἐν λάϊγγι περίδρομον ἀργυρέη πλὰξ κύκλον ἀναπτύξασα πανόλβιον· ἀλλ' ἐνὶ μέσσωι τοῖχον ἀπιθύνοντα διαρκέα κύκλα πετάσσας ἴδρις ἀνὴρ ἑκάτερθε πόρους βαθμῖδος ἀνοίγει. οὐδὲ μὲν ἀφράκτοις ἱερῶν ἐπὶ χείλεσι βαθμῶν τάρβος ἔχει κατιόντας, ἐπήραρε δ' ἕρκεα τέχνη λάϊνα παμφανόωντα· τόσον δ' ὑπερέσχεθε βάθρων ὅσσον ἀπιθύνειν βροτέην χέρα. ταῦτα μεμαρπὼς μόχθον ἐλαφρίζει τις ἐς ὄρθιον οἶμον ἀνέρπων. λοξοτενεῖ δ' ἑκάτερθεν ἐφιδρυθέντα κελεύθωι βαθμοῖς μεσσατίοις συναέξεται ἠδ' ἀπολήγει.