Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓

 ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθ

 γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυ

 χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν

Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓Αρείου καὶ τῶν ἀμφ' αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς αλλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν ην σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις (τοῦτον γὰρ εσπευδον ἀφικόμενοι διδάξαι τε περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρτυρίας ἐπενεγκάμενοι), τούτους ουν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ ̓Αλέξανδρος αρας ἀπὸ τῆς ̓Αλεξανδρείας επλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ενθα παραγενόμενος καὶ τοῖς περὶ τὸνΟσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος. ̓Ανεδίδασκεν δὲ καὶ τὴν ̓Αρείου βλασφημίαν τε καὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς απαντας· «δεινόν, ω φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς αξιον τὴν γνώμην ἁπλῶς απασαν ἀνεῖσθαι τοῖς πέλας, καν αλλως τινὲς τῶν ἐπιτηδειοτάτων ειναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς ευνοιαν αρα τῶν τιμώντων ἐπάγονται μᾶλλον η πρὸς τὸ κατ' αὐτῶν ἐγείρουσι θράσος. καὶ ταῦτα μὲν ετι, καίπερ οντα τοιαῦτα καὶ οια μὴ φέρειν, φέρειν ομως ἐγίγνωσκον. τὸ γὰρ ακρως οντα πονηρὸνΑρειον ετι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς αν μήπω γε αὐτῷ πρὸς απαν τὸ οἰκεῖον ακρον τῆς πονηρίας ἀφικομένης. ἀλλ' ουτι καταπροΐξεται, ιστω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ' ἐμοῦ θρασυνόμενοςΑρειος. εισεται γὰρ οτι καὶ γέροντες εχουσι νεῦρον εἰς εκπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τεΑρειος καὶ πάντες καὶ οσους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» Τῶν ουν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, εδοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπισκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. 1.9azu Z. 6 ff Vita Constantini Cod. Angelic. A f. 17r unmittelbar nachκαταπαῦσαι oben 7a Ende: ̓Επεὶ δὲ ἡ κυρία τε ηκεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν εκαστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις ην, περιμένων δὲ ομως ο τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸνΟσιον Κουδρούβης καὶ ̓Αλέξανδρον παρεσκεύασαν ετοιμον ειναι τὸ βιβλίον ο πάντας ἐχρῆν ὑπογράφειν.Εστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ' αὐτῶν λέξων ηδε· « ̓Εν Νικαίᾳ μητροπόλει Βιθυνίας εδοξε τῷ καλλινίκῳ Κωνσταντίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ενα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὰ ἑξῆς. «τοὺς δὲ λέγοντας· ην ποτε οτε οὐκ ην, καὶ πρὶν γεννηθῆναι οὐκ ην, καὶ οτι ἐξ οὐκ οντων ἐγένετο, η ἐξ ἑτέρας ὑποστάσεως η οὐσίας φάσκοντας ειναι, η κτιστὸν η τρεπτὸν η ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν εκαστον δι' ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸνΑρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. οθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς απαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, ειτε πρεσβύτεροί τινες ειεν, ειτε διάκονοι, ειτε καὶ ει τινες αλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ην ὁ ταῦτα πρὸς εργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως εχων ην καλεῖν εἰώθασι ̔Ρωμαῖοι μάγιστρον. ουτος ουν τῷ ̓Αρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, ειτε