1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

1

Catena in Canticum canticorum

ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΕΠΙΤΟΜΗ ΑΠΟ ΦΩΝΗΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ, ΚΑΙ ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΩΡΙΓΕΝΟΥΣ ΤΕ ΚΑΙ ΦΙΛΩΝΟΣ ΤΟΥ ΚΑΡΠΑΘΙΟΥ, ΑΠΟΛΙΝΑΡΙΟΥ, ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΙ ΕΤΕΡΩΝ ∆ΙΑΦΟΡΩΝ, ΗΓΟΥΝ ∆Ι∆ΥΜΟΥ, ΤΟΥ ΑΓΙΟΥ ΙΣΙ∆ΩΡΟΥ, ΘΕΟ∆ΩΡΗΤΟΥ ΚΑΙ

ΘΕΟΦΙΛΟΥ. 1545 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. {Γρηγορίου Νύσσης.} ∆ιὰ τῶν ἐνταῦθα γεγραμμένων νυμφοστολεῖταί πως ἡ ψυχὴ πρὸς τὴν ἄϋλόν τε καὶ πνευματικὴν τοῦ Θεοῦ συζυγίαν· καὶ δεῖται λευχειμονούντων ἀκροατῶν ἀμιάντοις νοήμασιν, ὡς ἐντὸς γενέσθαι τοῦ ἀκηράτου νυμφῶνος. Καὶ ἡ προγραφὴ γὰρ ἡμᾶς ἐπὶ τοῦτο προτρέπεται. Ὡς γὰρ τὸ Ἅγιον τῶν ἁγίων ὑπερῆρται τῇ ἁγιότητι, οὔτω τὸ νῦν ᾆσμα ὑπεραίρει τά τε τοῦ ∆αβὶδ καὶ τοῦ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν· ἐν ἐπιθαλαμίου δὲ τρόπῳ τὴν πρὸς τὸ Θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης ὑφηγεῖται ψυχῆς· διὰ ταῦτα ὁ Σολομὼν, ἐμφαίνων διὰ τῶν γαμηλίων ῥημάτων, τήν τε ἄφατον ἐπιθυμίαν τὴν ὀφειλομένην Θεῷ (μείζων πάσης ὀρέξεως ἡ γαμικὴ), καὶ τὴν εἰς ἄκρον ἀπάθειαν· τοσοῦτον γὰρ δεῖ καθαρεύειν τὸν κολλώμενον τῷ Θεῷ, ὡς τὰς ἐμπαθεῖς ὁρμὰς ἀπαθείας ὑπόθεσιν τίθεσθαι. Τάξει δὲ προῆλθεν ὁ Σολομὼν τοιαύτῃ παιδεύων· τῇ 1548 γὰρ ἔτι νεαζούσῃ ψυχῇ παροιμίας ὑποθέμενος, κελεύει τῆς σοφίας ἐρᾷν· διὸ καὶ, Υἱέ μου, λέγει πυκνῶς, καὶ μανιάκην ὡς νέῳ καὶ στέφανον ἐπαγγέλλεται· καὶ πρὸς τὸ τέλος τὴν ἀνδρείαν ἐπαινεῖ γυναῖκα· εἶτα τῷ οὔτως εἰσαχθέντι ἐν τῷ Ἐκκλησιαστῇ πάντα καθαιρεῖ, τὰ ῥευστὰ καὶ ματαιότητα λέγων· ὅπως ἂν ἀναπτερώσει πρὸς τὰ μένοντα τὴν ψυχήν· καὶ νῦν τὴν οὕτω κεκαθαρμένην αὐτῷ συνάπτει τῷ ὄντως καὶ μόνῳ ἀγαθῷ· τὴν ψυχὴν ἐθέλων, μήτε κολάσεως φόβῳ, μήτε μισθῶν ἐλπίδι· δουλοπρεπῆ γὰρ ἀμφότερα· ἀγάπης δὲ φίλτρῳ προσδραμεῖν τῷ Θεῷ. αʹ. Ἆσμα ᾀσμάτων. {Νείλου.} Τὸ τῶν ᾀσμάτων βιβλίον ἔοικε γυναικὶ φυσικῷ κάλλει φαιδρυνομένῃ, καὶ κόσμῳ πολυτελεῖ τὸ φυσικὸν προσεξησκημένῃ κάλλος, σεμνῇ δὲ τὸ ἦθος καὶ τῷ φαινομένῳ σχήματι, πολὺ κατὰ τὸ κεκρυμμένον ἐναντίως διακειμένῃ. Ὡς γὰρ ἐπὶ τῆς τοιαύτης γυναικὸς ἡ μὲν ὅψις ἡδονὴν κινεῖ τοῖς ἀκολάστοις, ἡ δὲ πεῖρα διελέγχει τὴν σωφροσύνην οὐ συναινοῦσαν τῇ προχείρῳ σκηνῇ· οὕτως ἐπὶ τοῦ προκειμένου βιβλίου, ἡ μὲν λέξις ἐρωτικότερον ἐσχηματισμένη, δοκεῖ πως δέλεαρ γίνεσθαι τοῖς ἀπαιδεύτοις, ἡ δὲ διάνοια τὸ αὐστηρὸν τῶν μυστηρίων ἀνακαλύπτουσα τοῖς προσεγγίζουσι, τὴν τῶν νοημάτων δυσχέρειαν ἀπαράδεκτον ποιεῖ, διὰ τῆς ἐν τῇ λέξει τέρψεως· καὶ δουλεύειν πείθουσα τῇ τῆς θεωρίας σεμνότητι, ἐκ τῆς περὶ τὸ γράμμα δοκούσης ἐμπαθείας, εὐμηχάνως ἐπὶ τὴν τῶν σημαινομένων δογμάτων ὁδηγούσης μυσταγωγίαν. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ Πηγὴ ζωῆς ἐστι ὁ νυμφίος ὁ βοῶν, "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω·" ἐκ τοῦ στόματος δὲ αὐτοῦ τῆς ζωῆς ἀνομβροῦσιν οἱ λόγοι· ᾧ σπουδάζει προσερείσουσα τὸ ἴδιον ἡ ψυχὴ στόμα, κατὰ τὸν προφήτην, ἑλκῦσαι πνεῦμα· παντὸς γὰρ ῥύπου καθάρσιον τοῦτο τὸ φίλημα· διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προσφέρειν ὁ Κύριος, ὅτι "Φίλημά μοι οὐκ ἔδωκας·" ἢ γὰρ ἂν ἐκαθάρθης τοῦ πάθους. {Ὠριγένους.} Καὶ ἄλλως· Μὴ διὰ προφητῶν, κ. τ.λ. Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, [βʹ.] καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. {Γρηγορίου.} Τὸ νηπιῶδες δίδαγμα τοῦ Θεοῦ ὑπὲρ τὸ εὔτονον καὶ θερμότατον τοῦ κόσμου σόφισμα· ἐκ δὲ τῆς τοπικῆς