1

 2

 3

 4

 5

 6

 7

 8

1

Declamationes VER ... καὶ οἱ Τρίτωνες ἀναδύονται· τὰς δὲ Νηρηΐδας ὁρῶντες ὥσπερ τι θήραμα χρόνιον ἄλλην ἄλλοι διαλαβόντες ποικίλα χορεύουσι, καὶ παίζειν οἱ δελφῖνες ἐθέλουσι. αἱ δὲ χελιδόνες τὰ ὄρνεα μισοῦσι γὰρ αὕται σκυθρωπὸν ἀέρα καὶ ἥλιον ἀφανῆνῦν ὅτε μόλις προκύπτει ὴν γῆν, ὁ δὲ ἀὴρ τὰ νέφη ἀπημφιάσατο, τὴν μὲν σιωπὴν διαλύουσινἐσίγων γὰρ ὅτε τοῦτον ἔβλεπον καταδυόμενονἐπιχωριάζουσιν ἡμῖν καὶ μουσικῆς ἐμφύτου νεαρὰ συρίττουσι μέλη, ἀντιφθέγγοντα δὲ τρίζουσιν ἀηδόνες. ἐδόκει γὰρ τῷ μύθῳ καὶ ἀδελφὰς ἐποίει αὐτάς. λέγουσι δ' οὖν ἄμφωεἴ πω ἐγὼ φωνῆς ὀρνίθων ἐπακοῦσαι δεινόςὡς Ἀττικαὶ παρθένοι καὶ παῖδες Πανδίονος. ὁ δὲ Τηρεὺς ὑπῆρχεν ἄδικόν τι χρῆμα καὶ περὶ παρθένου φυλακὴν ὑβριστικόν. ἐφθόνησεν αὐτῇ καὶ φωνῆς, καὶ οὐδὲ γλῶτταν ἀφῆκε τῇ κόρῃ. ἀλλ' ἤστην αὐτῇ χεῖρε δεινὰ μιμεῖσθαι παθήματα. καὶ γράφει τὴν ὕβριν, καὶ σιγώσης ἐδείκνυτο. τοῦ δὲ παιδὸς Τηρέως τὸν φόνονἼτυα αὐτὸν καλοῦσιν οἱ ποιηταί· ὃν διεῖλε μὲν ἡ μήτηρ, προὔκειτο δὲ παρανόμῳ πατρὶ παράνομος εὐωχία, καὶ μετήγαγεν αὐτὰς εἰς ὄρνις ὁ δαίμωνἐγὼ μὲν σιγήσομαι, αἱ δὲ ὄρνιθες ᾄδουσιν ἰδοῦσαι. καὶ ποιμὴν εἰς νομὴν ἐξάγει τὸ ποίμνιον "ὥρῃ ἐν εἰαρινῇ, ὅτε γλάγος ἄγγια δεύει". τὴν δὲ σύριγγα ἐχθρὸς γὰρ ὁ χειμὼν μουσικῇ καὶ ἐκρέματοταύτην δὲ καθελὼν αὐτὸς μὲν ᾄδει τὸ ἔαρ, ἢ Πᾶνα τάχα τὸν νόμιον. κἂν ἀρνίον ᾖ τι πεπλανημένον γνωρίζει τὴν ᾠδὴν καὶ πρὸς τὴν σύννομον ἀγέλην ἐπείγεται. δρόμῳ. ἡ δὲ ἀγέλη πᾶσα, τὰ μὲν σκιρτήμασι κούφοις πρὸς ἀέρα πηδᾷ, τὰ δὲ ὑπέδυ τὰς μητέρας καὶ τὴν θηλὴν ἐπισπᾶται. καὶ οἱ κριοὶ πλήρεις ὄντες τοῦ ἔαρος πρὸς τὰς ὄις ἴανται καὶ Ἀφροδίτην ποιμενικήν. καὶ ταῦρος ὁρῶν τὰς πόας, αὐλῶν τε ποιμενικῶν ᾐσθημένος, ἄρας τὸν αὐχένα ἥδεταί τε καὶ ἐμυκήσατο. καὶ δόξαις ἂν ἀκούειν Ὁμήρου "ὡς δ' ὅτε ταῦρος ἰὼν μετελήλυθε βουσὶν ἕλιξιν". ὁ δὲ Πᾶν ἐκεῖνος, ὁ ἐραστὴς καὶ νόμιος, παρθένον ἐπιζητεῖ τὴν Ἠχώ, καὶ ἔχων οὐκ ἔχει. κεἶτα δεόμενος πάλιν αὐτῆς φθεγγομένης ἀκούειν, ἐκεῖθεν, οἶμαι, ἀνιᾶται καὶ γέγηθεν. φωνὴν γὰρ ἔχει, ἀλλ' οὐδαμοῦ τὸ ποθούμενον. ὁρᾷ δὲ καὶ τὸν ὑάκινθον Ἀπόλλων καὶ γάνυται. Λάκων ὑπῆρχεν ὁ νέος καὶ παιδικὰ τοῦ θεοῦ. ἀντήρα δὲ Ἀπόλλωνι Ζέφυρος, καὶ παρ' ἐρωμένῳ δικάζοντι δεύτερος ἦν. ἀμείβεται δὲ οὗτος μὲν φόνῳ τὴν ἧτταν, ἡ Γῆ δὲ φυτῷ τὸ μειράκιον. διήμαρτε καὶ ∆άφνης Ἀπόλλων ἐρῶν, καὶ δρόμον ἐραστοῦ κἂν φύγῃ, καὶ τὴν γῆν ὑποδῦσα ἐνέμεινε τῷ δένδρῳ. ὁ δὲ φυτὸν εἶχεν, ἀλλ' οὐκέτι παρθένον. καὶ νῦν ὁρᾷ κομῶσαν καὶ θεραπεύει τὸν ἔρωτα. μικροῦ παρῆν καὶ ὁ Νάρκισσος. κάλλος ἔχων ἐθήρα καὶ βαλὼν ἐκράτει καὶ κρατήσας εὐφραίνετο. διψῶντα δὲ λαβοῦσα πηγὴ εἰκόνι θέας αὐτὸν ἑαυτῷ παρεῖχεν εἰς ἔρωτα. ἀνονήτου δὲ πόθου πέρας ἦν αὐτῷ τελευτὴ καὶ φυτὸν εὐπρεπές. μεταβαλοῦσα γὰρ ἡ Τύχη τὴν φύσιν τοῦ γε κάλλους ἐφείσατο. νῦν ἂν ἴδοις ὡς ἄρα δή που καὶ παρθένοι καλαὶ ὑγρῷ π........ καὶ μειδιῶσιν εὖ μάλα τοῖς ὀφθαλμοῖς, εὐσταλεῖς ὡς ἔνι καὶ τὰς ὠλένας γυμνούμεναι. εὐδαίμονες δέ εἰσι ... καὶ ᾄδουσιν, ὡς εἰκὸς εὐμενῆ παστάδα, οἶμαι καὶ νυμφίον αἰτοῦσαι τοὺς Ἔρωτας. ῥόδα δὲ ἃ φαίνουσι κάλυκες ἐδρέψαντο μὲν ἐκ λειμώνων αὐτά, δεσμὸν δὲ πρὸς ὅρμον ἁψάμεναι, εἰς μέσα στέρνα τὴν εὐωδίαν καλύπτουσιν. εἰς Ἀφροδίτης δὲ χάριν, ὄνομα προσφιλὲς ἀνακαλοῦσι τὸν Ἄδωνιν, ὡς καλὸν τὸ μειράκιον καὶ Ἀφροδίτῃ ποθούμενον. ἦν γὰρ ὁ Ἄδωνις τὸ μειράκιον, εἰ μὲν φύσει καλὸς μελέτω λέγειν τῷ μύθῳ, Ἀφροδίτῃ δὲ καλλίων ἐδόκει, προσθήκην ἐμποιοῦντος τοῦ ἔρωτος. ὁ δὲ Ἄρηςδεινὸν γὰρ ποθοῦντι προτιμώμενος ἐραστής ἐπί γε τῷ μειρακίῳ πάνυ ζηλωτικός. καὶ ἦν ὅλως Ἄρης, προσλαχὼν τῇ φύσει τὸν ἔρωτα. ἔμελε δὲ τῷ νέῳ ἀμφί τε κυνηγέσια καὶ θήρας πλανωμένῳ. ἡ δὲ Ἀφροδίτῃ παροῦσα τούτῳ πολλάκις καὶ κύνας ἦγε καὶ ἅπτετο δόρατος. καὶ ὃ μὴ φύσις ἐδίδου πόθος ἐπαίδευε. καί ποτε