1

 2

 3

 4

 5

 6

 7

 8

1

Descriptio imaginis

ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ ΕΝ ΤΗΙ ΠΟΛΕΙ ΤΩΝ ΓΑΖΑΙΩΝ ΚΕΙΜΕΝΗΣ ΕΝ ΤΗΙ ΠΟΛΕΙ ΤΩΝ ΓΑΖΑΙΩΝ ΚΕΙΜΕΝΗΣ Ἔρως δὲ καὶ Ἔρωτος τὰ τοξεύματα πανταχῇ φοιτᾷ καὶ διὰ πάντων διέρχεται. καὶ οὔτε Ζεὺς ἐλεύθερος, ὅταν ἐθέλωσιν Ἔρωτες· ἀλλ' ὁ σεμνὸς καὶ ὕπατος καὶ ᾧ τὸ σθένος οὐκ ἐπιεικτὸν Σεμέλην τε ποθεῖ καὶ Ἥραν περιεργάζεται καὶ βοῦς Εὐρώπῃ δοκεῖ καὶ νήχεται θάλασσαν ὑπ' Ἔρωτος κυβερνώμενος· κἂν φανῇ χρυσός, οὐ φαίνεται ∆ανάη παρθένος. ὁ δὲ Ποσειδῶν, δοκοῦν ἐκείνοις, ἀποστὰς θαλάσσης πρὸς ἤπειρον μετοικίζεται. καὶ θεὸς Ἀπόλλων διώκει μὲν φεύγουσαν, νικῶν δὲ ἡττήθη, φυτὸν κρατήσας ἀλλ' οὐ παρθένον τὴν ∆άφνην. ἤδη δὲ τῇ τεκούσῃ προσπαίζουσι μὲν Ἔρωτες, ἐκεῖθεν δ' ἄρα πρὸς Ἄδωνιν ἐνεπτόητο, καὶ βοᾷ τὸ ῥόδον τὸν ἔρωτα. οὗτοι δὲ καὶ κατὰ Φαίδρας, ὡς ὁρᾷς, ἀνετείναντο τὰ τοξεύματα. 2 Ἀθῆναι ταῦτα καὶ θέρους ἀκμὴ καὶ μέσον ἡμέρας. ὁ δὲ καιρὸς δηλοῦται τοῖς πράγμασι. θήρα γὰρ ἐνταῦθα καὶ κυνηγέσια ἐσθῆτές τε τὰ σώματα διαψύχουσαι καὶ Θησέως ὕπνος οὐ μὰ ∆ία νυκτὸς ἐπιστάς· οὐ γὰρ ἂν οἰκέτης αὐτῷ πρὸς ἀποσόβησιν τῶν λυπούντων παρεκαθέζετο. μέση δὲ τῶν βασιλείων ἡ κλίνη, σεμνὴ καὶ μάλα τρυφῶσα, ὑπείκουσα μὲν, ὡς δοκεῖ, τῷ καθεύδειν ἐθέλοντι, χρωμάτων δὲ παραλλαγῇ τὸ ξανθὸν ἀεὶ τῷ κυανῷ παραπλέκουσα. 3 τὰ δὲ βασίλεια πυκνοῖς ἐς ὕψος ἀνέχεται κίοσι καὶ πρὸς διπλῆν στοὰν τὸν θεατὴν παραπέμπουσιν. ἰδοὺ γάρ σοι καὶ πρὸς βάθος εἰσδύονται. εἰσόδους γὰρ ἡ τέχνη μιμεῖται κοιλαινομένη τοῖς χρώμασιν. ὁ δὲ τοῖχος ἔνδον ἁψῖσι πυκνοτέραις διείληπται πρὸς ἀγαλμάτων, ὡς εἰκὸς, ἐσκευασμέναις ἀνάθεσιν. οἱ δὲ κίονες λευκοὶ μὲν πάντες, οὐ λεῖοι δὲ πάντες, κοιλότησιν ὀρθαῖς κεκολαμμένων τῶν ἄκρων, ὁμοῦ δὲ πάντες χρυσίῳ λαμπρῷ τὰς κορυφὰς ἀποστίλβοντες. ὀφρὺς δὲ τούτοις ἐπίκειται· ἀλλ' οὐδὲ ταύτην παρεῖδεν ἀκόσμητον ὁ ζωγράφος, ἀλλὰ τοῖς ἐπικειμένοις ἐποίκιλλε γράμμασιν, εἰκόνας ἐν εἰκόσι μιμούμενος. 4 Ἀλλ' εἴ τί σοι γεγύμνασται πρὸς αἴσθησιν λεπτοτέραν ἡ θέα καὶ καθαρῷ φωτὶ τῶν σμικροτέρων ἀντέχεται, δίδου μοι ταύτην καὶ σκόπει. πῆ μὲν γὰρ κυνηγετήσας ἐστὶν Ἱππόλυτος καὶ λέοντα τῷ δόρατι βαλὼν οὔπω διαναστάνταὤκλαζε γάρ, ἔτι τὸν θυμὸν ὑποτρέφων, καθήμενος, τῶν ποδῶν τοὺς μὲν πρόσω τείνας, τούτοις δὲ αὐτὸς ἐφιζάνων ὑπὸ γαστέρα κειμένοις[τὸν προσ]ορῶντα [ποιμένα] πρὸς ἔπαινον διανίστησι, χεῖρας αἴροντα μετεώρους τῷ θαύματι καὶ δίκην ἔχειν οἰόμενον τῆς ἀρνός, [ἣν ὑπὸ λέοντος ἐπεῖδεν ἁρπασθεῖσαν κατανι]ώμενος. ὁ δὲ κυνηγέτης τὸν μὲν ἔστησε πόδα τὸ γόνυ κυρτώσας μετέωρον, τὸν δ[ὲ ἐπὶ γῆς καθιστάνει. ὡς δὲ καθέστηκε τῆς λείας] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν, ἑαυτὸν τῆς θήρας πρὸς τοὺς ὄπισθεν οἰκέτας [ἐκστρέφων· ἡ δὲ χλανὶς ἐπὶ τοῖς ὤμοις] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν. μὲν οἰκέτης ἕλκει, τῇ δὲ τοῦ δεσπότου πρὸς ἔπαινον ἀνατείνεται. οἰκέτης δέ τις ἄλλος τὰς ἄρκυς ὤμοις ἐπαίρεται· ταύταις γὰρ τὰ λανθάνοντα τῶν θηρίων ὕλαις τισὶν ἢ σπηλαίοις ἐγκαταδύντα περιστοιχίζεται. 5 Καὶ ταῦτα μὲν ἐκ δεξιᾶς εἰσιόντι προσαντήσει τὰ γράμματα. ἐκ δὲ τῆς ἑτέρας λαβύρινθον ὅρα καὶ τὸν Θησέα τῷ Μινωταύρῳ διαμαχόμενον. δεινὸν δὲ τὸ θηρίον, ἀνὴρ καὶ ταῦρος, ἑκάτερον ἐλλιπές, τῇ δὲ θατέρου προσθήκῃ πληρούμενον· ἄνθρωπος ἐς ὤμους τῷ βοῒ τὸ λεῖπον δεχόμενος. τοιγαροῦν αὐτῷ καὶ τοῦ κέρως ἀντέχεται, τῇ μὲν εἰς γῆν κατασπᾶν, τῇ δὲ καὶ πλῆξαι βουλόμενος, ἤδη τῇ λαιᾷ πρὸς πληγὴν ἐπειγόμενος. 6 Πύλη δέ σοι προσελθόντι τὸ στόμα τοῦ λαβυρίνθου παρίστησιν. ἡ δὲ τοῦ Μίνω παρθένος ἐρᾷ Θησέως, παιδὸς ἔτι καὶ καλοῦ μειρακίσκου, καὶ τὴν τύχην ἐξ ἔρωτος ἐλεήσασα προτείνει μίτον αὐτῷ, ὅσπερ ἐξημμένος τῆς θύρας τῷ τε σκολιῷ τῆς εἰσόδου λυόμενος καὶ συμ πλανηθεὶς