De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

 τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ

 ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ 59.602 Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων

 παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λο

 ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθη

 ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. ∆ιὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ

 Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγ

 Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται·

 κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠ

 ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν

De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, ὁμιλία.

Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων Γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστολοι κηρύττουσιν, ὅσα τὸ Εὐαγγέλιον τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ Πνεύματος τοῦ ἁγίου· καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνὸν, οὔτε νοῆσαι δεξιὸν, οὔτε πρᾶξαι θαυμαστὸν, μὴ τοῦ ἁγίου Πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα, καὶ τὰ νοούμενα, καὶ τὰ πραττόμενα. Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχὴν, τὸν λόγον δὲ τοῦ Θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται. ∆ιὰ τοῦτό φησιν ὁ προφήτης· Τὸν λόγον τοῦ Κυρίου ἀπεποιήσαντο. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ Γραφαὶ τῆς εὐσεβείας· καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων· πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός· πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· πολλοὶ οἱ κλάδοι, μία δὲ ἡ ῥίζα· πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χεὶρ, ἡ διὰ τῶν δακτύλων γράφουσα· πολλαὶ αἱ χορδαὶ, μία ἡ κιθάρα τοῦ Πνεύματος· πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας. Ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνοὺς, οὐ προφήτας διελθὼν, οὐκ Εὐαγγελίοις ἐντυχὼν, οὐκ ἀποστόλοις βεβαιωθεὶς, ἐπεκαλεῖτο τὸν Σωτῆρα τῆς οἰκουμένης, λέγων, Ἰησοῦ, υἱὲ ∆αυῒδ, ἐλέησόν με. Πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ; Οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος· οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαιτεῖν· πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔτε 59.600 ἐν οὐρανοῖς ἐθεάσω, οὔτε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημένος; Ἀλλ' ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον· Κύριος σοφοῖ τοὺς τυφλούς. Ὄχλος πολὺς ἦν περὶ τὸν Ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο· ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις. Τί, φησὶ, βούλεται ὁ ὄχλος; λέγουσιν αὐτῷ, Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Ὢ τοῦ θαύματος! ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει· ἀκούει Ἰησοῦν Ναζωραῖον, οὐ καλεῖ δὲ αὐτὸν Ἰησοῦν Ναζωραῖον, ἀλλ' Ἰησοῦν υἱὸν ∆αυΐδ. Οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυττεν. Ἰησοῦ, υἱὲ ∆αυῒδ, ἐλέησόν με. Τοίνυν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομολόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνὴν, Υἱὲ ∆αυῒδ, ἐλέησόν με. Καὶ ὥσπερ, ἀδελφοὶ, ἐπειδὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα· καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ' οὖν οὐ τὸν προκείμενον (ἀλλότριος γὰρ), ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις· οὕτως ὑμῶν ἕκαστος, ἀδελφοὶ, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων, Υἱὲ ∆αυῒδ, ἐλέησόν με· καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρόμενος, ὁ μὲν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δὲ, ὅτι κωφὴν ἔχει τὴν ψυχήν· ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογισμὸν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην. Τὰ γὰρ πάθη, ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ Χριστὸς, ταῦτα καὶ 59.601 ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας. Ἔστι τυφλὴ ψυχὴ, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχὴ, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχὴ, ἡ