De tribus pueris (olim sub auctore Joanne Chrysostomo)

 ἐστερεοῦντο καὶ συνεσφίγγοντο. Ἤδεισαν γὰρ, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ἐμέμνηντο

 τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδ

 ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστικὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύματι τῆς ὑμνῳδίας ἐκείνης· Φωνὴ Κυρίου διακόπτοντος

 γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν· τὴν μὲν ἄμπελον εἰπόντες δῶρον ∆ιονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς· καὶ ἄλλῳ ἄλλοι καρποί.

 Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ Θεὸς μὴ προαχθῆναι τὸν ∆ανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰ

De tribus pueris (olim sub auctore Joanne Chrysostomo)

Εἰς τοὺς τρεῖς παῖδας, καὶ εἰς τὴν Βαβυλωνίαν κάμινον, Λόγος. αʹ. Καινὸν, ὡς ἀληθῶς, καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Βαβυλῶνι μὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴν οἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου. Οὐ γὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐδὲ περιορίζεται χρόνοις ἡ τῶν δικαίων μνήμη· Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Ὅθεν εἰ καὶ ἐν τοῖς παλαιοτάτοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ' εἰς πάντα τὸν αἰῶνα τῆς ὑπομονῆς ᾄδεται τὸ στρατήγημα. Οἴδαμεν διὰ τῶν ἀναγνωσμάτων τὰ πράγματα, οἴδαμεν διὰ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι τῷ λόγῳ καὶ τοῦ τυράννου τὴν παρανομίαν, καὶ τῶν ἁγίων 56.594 τὴν ὁμολογίαν, καὶ φλεγομένην μὲν τῷ πυρὶ τὴν κάμινον, ἀντιλάμπουσαν δὲ τῷ θυμῷ τοῦ τυράννου, καὶ τῇ ἀπειλῇ τοῦ πυρὸς ἄσβεστον τὴν τῶν μαρτύρων ὁμολογίαν ἐπιδεικνυμένην· μᾶλλον δὲ τί τὸ κωλύον ἄνωθεν ἀναλαβόντας τῶν θεοφιλῶν ὡς ἀληθῶς καὶ τρισμακαρίων τοὺς ἀγῶνας εἰπεῖν; Ναβουχοδονόσορ ὁ βασιλεὺς, μᾶλλον δὲ ὁ τύραννος (τοῦτο γὰρ οἰκεῖον ὄνομα τῷ παρανόμῳ), ἐκράτει μὲν τῆς Βαβυλωνίας· ἦν δὲ καὶ τῇ ψυχῇ βάρβαρος, καὶ τὸν τρόπον ἀνήμερος. Οὗτος ἀδικίᾳ πολλῇ καὶ πλούτῳ καὶ ἀσεβείᾳ μεθύων ἠγνόησε μὲν τὴν ἑαυτοῦ φύσιν, καὶ οὐδὲ ἄνθρωπον ἑαυτὸν ὑπονοήσας, ὡς Θεὸς προσκυνεῖσθαι προσεδόκησεν. Ἔθρεψαν δὲ αὐτῷ τὴν ὑπέρογκον ἀλαζονείαν ἥ τε σύντροφος αὐτοῦ μανία, 56.595 καὶ ἡ τοῦ Θεοῦ μακροθυμία, φέρουσα μὲν ἀνεξικάκως τοὺς ἀσεβοῦντας, συγχωροῦσα δὲ πάντα γενέσθαι πρὸς γυμνασίαν τῶν εὐσεβούντων. Ἐποίησε δὲ ὁ παράνομος εἰκόνα χρυσῆν, τουτέστιν ἀνδριάντα χρυσοῦν, καὶ τοὺς κατ' εἰκόνα Θεοῦ γενομένους προσκυνεῖν ἠνάγκαζεν ἣν ἐποίησεν εἰκόνα. Πολλῇ δὲ τῇ φιλοτιμίᾳ χρησάμενος, ὕψος μὲν αὐτῇ δίδωσι πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ· εὐάρμοστον δὲ καὶ εὔρυθμον τὸ ἄγαλμα κατασκευάζει, ἵνα ἢ τῷ μεγέθει, ἢ τῷ κάλλει τῆς συνθέσεως ἐκνικήσῃ τὸ ψεῦδος, βιασάμενον τὴν ἀλήθειαν. Ἔστιλβε μὲν οὖν ἡ τέχνη, ἔλαμπεν ὁ χρυσὸς, ὁ κήρυξ ἐβόα, ὁ τύραννος ἠπείλει, ἡ κάμινος ἐφλέγετο, καὶ πρὸς τούτοις πᾶσι τὰ λεγόμενα τῆς μουσικῆς ὄργανα τοὺς ἄφρονας δεινῶς εἰς ἀθεΐαν ἐξεβάκχευε, καὶ ὅλως πάντων ἔκλεπτε τῶν ὁρώντων τὴν ἔννοιαν ἡ φαντασία τῶν ὁρωμένων. Ἀλλ' οὐκ ἔμελλε καὶ τῶν ἁγίων ἐπικρατέστερον εἶναι τὸ τῆς ἀσεβείας πρόσταγμα· πάντων δὲ, ὡς εἰπεῖν, ὥσπερ ὑπό τινος χειμάῤῥου τοῦ σφοδροῦ τῆς ἀπάτης ῥεύματος εἰς τὸν τῆς εἰδωλολατρείας κρημνὸν κατασυρομένων, οἱ τρεῖς οὗτοι καὶ καλοὶ νεανίαι ὥσπερ ἐπί τινα πέτραν τὴν εὐσέβειαν πιστῶς ἑαυτοὺς ἐπερείσαντες, οὐχ ὑπεσύρησαν ἴσ. ὑπεσυρήσαντο τῷ ῥεύματι τῆς ἀδικίας. Ἔπρεπε γὰρ λέγειν αὐτοῖς· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ἀλλ' οὔτε τῷ ῥεύματι κατεποντίσθησαν, οὔτε τοῖς βρόχοις ἑάλωσαν, ἀλλὰ καλῶς δραμόντες εἰς εὐσέβειαν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημένοι διεσώζοντο, κατὰ τὸν παροιμιαστὴν, Ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ μονονουχὶ τὰ τοῦ διαβόλου δίκτυα κατὰ πάσης ἡπλωμένα τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν κατὰ τοῦ ὑμνογράφου λέγοντες· Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Καὶ οὐκ ἀπέβλεψαν εἰς τὴν ἑαυτῶν βραχύτητα οἱ τρεῖς αἰχμάλωτοι, καὶ ὑπὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ' ᾔδεισαν ἀκριβῶς, ὅτι καὶ ὁ βραχύτατος τῆς εὐσεβείας σπινθὴρ ἱκανός ἐστιν ἅπασαν τὴν ἀσέβειαν καταφλέξαι καὶ ἀφανίσαι. ∆ιὰ τοῦτο καίτοι τρεῖς ὄντες, ἀλλήλοις