Fragmenta in epistulam ad Hebraeos (in catenis)

 ἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέ

 6,17 Ἀνωτέρω εἰπὼν τὴν πληροφορίαν τῆς ἐλπίδος ἐδήλωσεν ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι' ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τ

Fragmenta in epistulam ad Hebraeos (in catenis)

Hebr: Prolog

Οἱ αἱρετικοί φασι μὴ εἶναι Παύλου τὴν ἐπιστολήν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις ἐπιστολαῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τοῦτ' ἔστι ξένην παρὰ τὴν Παύλου καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων ὡς ἀποστασίαν νόμου διδάσκων, διὰ τοῦτο καὶ κινδυνεύσας ἐν Ἱεροσολύμοις καὶ μόλις διαφυγὼν ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις οὐ προτίθησι τὸ ὄνομα ἑαυτοῦ, ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἐπιστολῆς. Γράφει δὲ αὐτοῖς ὥς φησιν ὁ μακάριος Σευηριανός τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἢ μᾶλλον ὑπὸ Κλήμεντος οὗ καὶ μέμνηται. διὰ τοῦτο ξένη φράσις. καὶ 346 τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν, καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν ἐπιστολὴν εἶναι. Hebr 1,1-2 Πολυμερῶς μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν Κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραάμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ θεοῦ διοικήσεως. πολυτρόπως δέ, ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδάμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ, καὶ διὰ Μωϋσέως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. Ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ἀντὶ τοῦ δι' υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι' αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἵν' ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοή, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκώς· ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν καὶ κληρονόμον ἔθηκεν -ἀντὶ τοῦ ἐποίησεν-, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν. καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν. Hebr 1,3α Ζητῶν παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεγεννῆσθαι τὸν λόγον, τοῦ ἀπαυγάσματος ἐμνημόνευσεν· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ καὶ οὐδέποτ' ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ' ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ' ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπών· καὶ χαρακτὴρ τῆς ὑποστάσεως, τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμερῶς εἶναι, τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης λόγον ὀνομάσας ἐπήγαγε· πρὸς θεὸν ἦν καὶ θεὸς ἦν, οὕτω καὶ Παῦλος ἀπαύγασμα εἰπὼν προσέθηκεν· καὶ χαρακτὴρ τῆς ὑποστάσεως. 347 Hebr 1,3β Τοῦτό ἐστιν ὃ λέγει Ἰερεμίας· ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. Hebr 1,3ξ Εἰ καὶ ὁ λόγος σὰρξ ἐγένετο, ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσει τῆς θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ θεοῦ πατρὸς οὐκ ἀπέστη θρόνων· καὶ ἠλαττωμένου βραχὺ παρ' ἀγγέλους διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον- ὑποκάθηται γὰρ τὼν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις-, ἦν δὲ καὶ οὕτως ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου. Hebr 1,7-8 Ὥσπερ ἐπὶ τοῦ ἀπαυγάσματος καὶ τοῦ χαρακτῆρος ἐμιμήσατο τὸν νοῦν Ἰωάννου, λόγον ὀνομάσαντος καὶ πρὸς θεὸν εἶναι εἰπόντος, οὕτως καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην. ὥσπερ ἐκεῖνος εἶπεν· οὗτος ἦν ἐν ἀρχῇ, πάντα δι' αὐτοῦ ἐγένετο, ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν, οὕτως καὶ ὁ Παῦλος· πρὸς μὲν τοὺς ἀγγέλους· ὁ ποιῶν, πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου- ἵνα δείξῃ· τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον ἀεὶ πρὸς πατέρα ἦν. Hebr 1,12-14 Οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι