Fragmenta in epistulam ad Philippenses (in catenis)

Fragmenta in epistulam ad Philippenses (in catenis)

Phil: Prolog

̓Εν ταύτῃ τῇ ἐπιστολῇ κληρικοῖς γράφει οὐ λαϊκοῖς· δι' οπερ οὐδὲ πλειόνων ἐδεήθη ἠδικῶν, σπουδὴ δὲ αὐτῷ διὰ τῆς ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς. δι' αὐτῆς δὲ τῆς παραινέσεως δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ αλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως απτεται τῶν κάλλιστα βιούντων καὶ ὑπ' αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. Phil 1,7 Πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι. ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ενστασιν. ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ων καὶ ὑμεῖς ἐστε, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιόν τισιν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως· ἐάν τε δεικνύναι οτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Phil 2,7 Καὶ σχήματι εὑρεθεὶς ὡς ανθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ' ἐπιτάσεως, οιόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ ̓Ισραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα. Phil 2,16 ̓Αντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ γράφει· επεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ. Phil 3,8a Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ην κακά· ην γὰρ κέρδη. καὶ ηγημαι ειπεν· οὐ γὰρ ην ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. 314 Phil 3,8b Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου. τοῦτο ουν τὰ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον. ωσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, ουτως ἀπὸ τῆς πίστεως τοῦ ̓Αβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ, καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ηδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, ου τὸ πτύον ἐν τῇ χειρὶ καὶ διακαθαριεῖ τὴν αλωνα. οτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ωσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτων τήρησις καὶ τῶν αλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου. τοῦτο ουν τὸ τοῦ σκυβάλου ονομα δείκνυσιν οἰκεῖον τὸν νόμον· καὶ ωσπερ ανευ τοῦ σκυβάλου οὐχ οιόν τε ην γενέσθαι σπόρον, ουτως οὐδὲ ανευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι. Phil 3,13 Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, οὐχ ὡς κακά, ἀλλ' ο λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ' εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰς τὰ ἑξῆς. Phil 4,2 Τινὲς δὲ Εὐοδίαν ειναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ τὸν ανδρα.