Fragmenta in epistulam ad Titum (in catenis) Tit 1,12-13a Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενο

Fragmenta in epistulam ad Titum (in catenis) Tit 1,12-13a Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡς κακῶς δεικνύντων τάφον ∆ιὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳ ∆ιῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν. ἐκεῖνος ἐψεύσατο τῷ ∆ιῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσιν καὶ γαστέρες ἀργαί. αὕτη ἡ μαρτυρία ἀληθής, οὐκ ἐκείνη. Tit 1,13b Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο εἶπεν ὅτι ἀποτόμως ἔλεγχε. Tit 1,15-16 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ὁ θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ345 γήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι τὸ θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Tit 2,3 Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν ἱεροπρεπεῖς εἶπεν. Tit 2,7 Τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς σεμνότητος ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶ νοήματος.