Chronicon breve (lib. 78) (redactio recentior)

 οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖ

 θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργε

 μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτ

 ἐκ τοῦ λέγεσθαι· Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς

 πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ' εἰκόνα Θεοῦ, δῆλον ὡς προ

 βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου ἔτη ερπηʹ. [ζʹ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξαν

 Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, (64) Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη εʹ, (65) Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ. Τούτων (ἔτος ηʹ)

 

Chronicon breve (lib. 78) (redactio recentior)

ΒΙΒΛΙΟΝ Ζʹ. ΕΙΣ ΚΟΣΜΟΠΟΙΙΑΝ ΣΥΜΕΩΝ ΛΟΓΟΘΕΤΟΥ ΕΚ ∆ΙΑΦΟΡΩΝ ΧΡΟΝΙΚΩΝ ΚΑΙ ΙΣΤΟΡΙΩΝ.

Αʹ. Περὶ τοῦ φωτός.

[Αʹ. Περὶ τοῦ φωτός.] Θεὸς ἄχρονος τόνδε τὸν κόσμον μὴ πρότερον ὑφεστῶτα ἐν χρόνῳ παράγων ἐποίησεν ἐν ἀρχῇ οὐρανὸν καὶ γῆν· συνυπέστη δὲ τῇ γῇ τό τε ὕδωρ καὶ πῦρ· καὶ τούτου τεκμήριον ἐναργὲς τὸ ἐκ λίθου μὲν καὶ σιδήρου, ὄντων ἐκ γῆς, πῦρ ἄφθονον ἐξάλλεσθαι (ἐκ πηγῶν δὲ καὶ φρεάτων ὕδωρ πλούσιον ἀναδίδοσθαι)· ταύτης γὰρ ἐκ μὴ ὄντων ὑποστάσης, δηλονότι καὶ τὰ ἐν αὐτῇ. Πάντα οὖν γέγονε κατὰ τὴν τοῦ Θεοῦ βουλήν. Ἐπειδὴ δὲ δίκην σκηνῆς ὁ οὐρανὸς περιταθεὶς τὸν ἐναπολειφθέντα τόπον ἐσκότισεν, εἶπεν ὁ Θεός· Γενηθήτω φῶς· καὶ εὐθὺς τῷ λόγῳ ἡ φύσις τοῦ φωτὸς ἡ πάγκαλος αὕτη παρήχθη· καὶ τὸ σκότος ἐξ ἀντιφράξεως τοῦ οὐρανίου σώματος ἐπισυμβὰν διεσκέδασε καὶ τὸν ἀλαμπῆ ἐκ τῆς τοιαύτης αἰτίας ἀέρα λαμπρώτατον ἄφνω ἀνέδειξεν. Ὅτι δὲ πᾶν ὅ τι ἦν πρὸ τῆς τοῦ κόσμου τοῦδε συστάσεως, ἐν φωτὶ ἦν, δῆλον· οὔτε γὰρ αἱ τῶν ἀγγέλων χορεῖαι, οὔτε πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ ἐν σκότῳ διῆγον, ἀλλ' ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς λειτουργίαν ἐκπληροῦσιν, ἐφ' οὗ καὶ οὗτοι ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήχθησαν. Τούτου τοίνυν τοῦ φωτὸς ἐκ τῆς εἰρημένης αἰτίας ἐναποκλεισθέντος ἄνω, αὖθις ἐδημιούργησεν ὁ Θεὸς τὸ νῦν καταλάμπον καὶ φαιδρύνον τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον. Ταῦτα γεγένηται ἐν τῇ πρώτῃ τῆς κοσμοποιίας ἡμέρᾳ. Ἐν ταύτῃ οὖν τῇ ἡμέρᾳ λέγει Μωϋσῆς ἐν τῇ λεπτῇ Γενέσει ἐκτῖσθαι τὰς οὐρανίους δυνάμεις. 903 [Βʹ] Περὶ τοῦ στερεώματος. Πάλιν βʹ ἡμέρᾳ τῆς ἀβύσσου ἄπλεως καὶ ἀπείρως τῇ γῇ περικεχυμένης, προσέταξε στερέωμα γενέσθαι ἐκ τῶν ὑδάτων ἐν μέσῳ αὐτῶν, ὃ καὶ μετὰ ταῦτα οὐρανὸν προσηγόρευσε· καὶ σὺν τῷ κελεύσματι τὸ ἔργον ἀπετελέσθη· καὶ στερέωμα ἐκλήθη τὸ δημιούργημα διὰ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ καὶ ὑποκειμένων ὑδάτων, λεπτὴν οὖσαν καὶ ἀραιὰν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶσθαι τρόπον δέῤῥεως ὑπὲρ κεφαλῆς ἡπλωμένον. 1264 [Γʹ] Περὶ θαλάσσης. Αὖθις δὲ τῇ γʹ ἡμέρᾳ ἐκέλευσε τὰ ἐναπολειφθέντα ὕδατα κάτω τοῦ στερεώματος συνελθεῖν εἰς συναγωγὴν μίαν, ἣν καὶ ἐπωνόμασε θάλασσαν πρὸς τὸ ὀφθῆναι τὴν ξηράν· καὶ οὕτω κοιλότητές τινες βαθεῖαι ἐγγεγενημέναι εἰσεδέξαντο αὐτήν· ξηρὰ [δὲ ἡ γῆ ἐπ]εκλήθη, ἐπειδὴ καὶ ἴδιόν ἐστιν αὐτῆς κατὰ φύσιν τὸ πρόσρημα· τὸ [γὰρ κυρίως ξηρόν ἐ]στιν ἡ γῆ· ἐπειδὴ δὲ ὥσπερ τι βάρος ἀπέθετο τὰ ἐν αὐτῇ [ἐναποκείμενα αὐτῇ ὕδατα, λοιπὸν] βλαστάνειν προσετάχθη βοτάνην χόρτου καὶ σπ[έρμα κατὰ γένος καὶ ξύλον κάρ]πιμον· καὶ εὐθὺς πρὸς καρπογονίαν συγκινηθ[εῖσα τὰ μυρία τῶν βλαστημάτων] (205b) τε καὶ φυτῶν προεβάλλετο γένη καὶ εὐπρεπὴς καὶ χαρίεσσα συνανεφάνη· οὐ μόνον γὰρ ἐκ τῆς τῶν ληΐων ἀναδόσεως ἐφαιδρύνετο, ἀλλὰ καὶ κέδρων καὶ κυπαρίσσων σὺν τῇ ἄλλῃ τῶν δένδρων πληθύϊ αὐτομάτως ἐξ αὐτῆς ἀνακυψάντων ἱκανῶς κατεκοσμεῖτο. [∆ʹ] Περὶ τῶν φωστήρων. Πάλιν ἐν τῇ δʹ ἡμέρᾳ φωστῆρας εἶπε γενέσθαι· καὶ ἐγένετο ἥλιός τε καὶ σελήνη καὶ ἄστρα, καθὼς ἠβουλήθη ὁ κελεύσας· 904 καὶ τὸ καθαρώτατον ἐκεῖνο φῶς τὸ ἐν τῇ αʹ κτίσει, ἐν ᾗ μέτρα ἐν τούτοις καταμετρήσας, πολυμερῆ ἐξ αὐτῶν παρέσχετο τῷ παντὶ ὠφέλειαν, μίαν μὲν τὴν ἐκ τοῦ φαίνειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἑτέραν δὲ τὴν ἐκ τοῦ ἀνίσχειν καὶ καταδύεσθαι, αἰτίαν οὖσαν τῆς τῶν χρόνων ἀπαριθμήσεως, ἄλλην δὲ τὴν διά τινων σημείων εὐεργετοῦσαν διαφόρως τοὺς εὐσεβῶς στοχαζομένους καὶ μὴ πέρα τοῦ μέτρου περιεργαζομένους,