1

 2

 3

 4

 5

 6

 7

1

Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoeni

ΡΝΑʹ. - Θεοδωρήτου πρὸς τοὺς ἐν τῇ Εὐ φρατησίᾳ, καὶ Ὀσροηνῇ, καὶ Συρίᾳ,

καὶ Φοι νίκῃ καὶ Κιλικίᾳ μονάζοντας. Ὁρῶν τὴν ἐν τῷ παρόντι καιρῷ τῆς Ἐκκλησίας κατάστασιν καὶ τὴν ἔναγχος ἐπαναστᾶσαν τῇ ἱερᾷ νηῒ ζάλην, καὶ τὰς σφοδρὰς καταιγίδας καὶ τῶν κυμά των τὴν προσβολὴν καὶ τὴν βαθεῖαν σκοτομήνην, καὶ πρὸς τούτοις τῶν πλωτήρων τὴν ἔριν, καὶ τῶν ἐρέτ τειν λαχόντων τὴν μάχην, καὶ τὴν τῶν κυβερνητῶν μέθην, καὶ ἁπαξαπλῶς τὴν τῶν κακῶν ἀωρίαν, τῶν Ἰερεμίου θρήνων ἀναμιμνήσκομαι, καὶ μετ' ἐκείνου βοῶ·» Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται καὶ ἡ καρδία μου,» καὶ πηγὰς δακρύων ἐπιζητῶ, ἵνα ταῖς λιβάσι τῶν ὀφθαλ μῶν, τὸ πολὺ τῆς ἀθυμίας ἀποσκευάσωμαι νέ φος. ∆έον γὰρ ἐν οὕτως ἀγρίῳ χειμῶνι καὶ τοὺς κυ βερνήτας ἐγρηγορέναι, καὶ τῷ κλύδωνι μάχεσθαι, καὶ τῆς τοῦ σκάφους σωτηρίας φροντίζειν καὶ τοὺς ναύτας τῆς κατ' ἀλλήλων ἔριδος ἀποστάντας εὐχῇ καὶ τέχνῃ τὰ δεινὰ διαλύειν· καὶ τοὺς πλωτῆρας ἡσυχῆ καθῆσθαι· καὶ μήτε ἀλλήλοις μήτε τοῖς κυβερνήταις ζυγομαχεῖν· τὸν δὲ τῆς θαλάττης ἱκετεύειν ∆εσπότην, ἵνα νεύματι μεταβάλῃ τὰ σκυθρωπά. Τούτων μὲν οὐδεὶς οὐδὲν ἐθέλει ποιεῖν· ὡς ἐν νυκτομαχίᾳ δὲ ἀλ λήλους ἀγνοήσαντες, καὶ τοὺς ἐναντίους καταλιπόν τες, καθ' ἡμῶν αὐτῶν πάντα δαπανῶμεν τὰ βέλη, καὶ τοὺς ὁμοφύλους ὡς πολεμίους τιτρώσκομεν, οἱ δὲ πλησίον ἑστῶτες γελῶσιν ἡμῶν τὴν μέθην, καὶ τοῖς ἡμετέροις ἐπεντρυφῶσι κακοῖς, καὶ χαίρουσιν 83.1417 ὑπ' ἀλλήλων ἡμᾶς ὁρῶντες δαπανωμένους· αἴτιοι δὲ τούτων οἱ τὴν ἀποστολικὴν διαφθεῖραι πίστιν φιλονει κήσαντες καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν ἀλλόκοτον διδασκαλίαν ἐπιθεῖναι τολμήσαντες· καὶ τὰ δυσσεβῆ κεφάλαια, ἃ μετὰ ἀναθεματισμῶν εἰς τὴν βασιλίδα πόλιν ἐξέπεμψαν, δεξάμενοι, καὶ ταῖς οἰκείαις ὑπο γραφαῖς, ὡς ᾠήθησαν, βεβαιώσαντες, ἃ σαφῶς ἐκ τῆς πικρᾶς Ἀπολιναρίου βεβλάστηκε ῥίζης. Μετ έχει δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου δυσσεβείας· εἰ δέ τις ἀκριβῶς κατιδεῖν ἐθελήσειεν, οὐδὲ τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος ἄμοιρα δυσσεβείας τυγ χάνει. Ἐν μὲν γὰρ τῷ πρώτῳ κεφαλαίῳ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἐκβάλλει· οὐκ ἀνειληφέναι τὸν Θεὸν Λόγον φύσιν ἀνθρωπείαν, ἀλλ' αὐτὸν εἰς σάρκα μεταβληθῆναι διδάσκων· καὶ δοκήσει καὶ φαν τασίᾳ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ἀλλ' οὐκ ἀληθείᾳ γεγενῆσθαι δογματίζων. Ταῦτα δὲ τῆς Μαρκίωνος καὶ τοῦ Μάνεντος καὶ Οὐαλεντίνου δυσσεβείας ὑπάρχει γεννήματα. Ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ κεφαλαίῳ, ὥσπερ ἐπιλαθόμενος ὧν ἐν προοιμίοις ἐξ έθετο, τὴν καθ' ὑπόστασιν ἕνωσιν εἰσάγει, καὶ σύν οδον καθ' ἕνωσιν φυσικὴν, κρᾶσίν τινα καὶ σύγχυσιν διὰ τούτων τῶν ὀνομάτων γεγενῆσθαι διδάσκων τῆς τε θείας φύσεως καὶ τῆς τοῦ δούλου μορφῆς. Τοῦτο τῆς αἱρετικῆς Ἀπολιναρίου καινοτομίας ἐστὶ κύημα. Ἐν δὲ τῷ τετάρτῳ κεφαλαίῳ ἀπαγορεύει τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν φωνῶν τὴν διαίρεσιν, καὶ οὐκ ἐᾷ κατὰ τὰς τῶν ὀρθοδόξων Πατέρων διδα σκαλίας τὰς μὲν θεοπρεπεῖς φωνὰς περὶ τῆς θείας ἐκλαμβάνεσθαι φύσεως τὰς δὲ ταπεινὰς καὶ ἀνθρω πίνως εἰρημένας τῇ ἀναληφθείσῃ προσάπτειν ἀνθρω πότητι· καὶ ἐντεῦθεν τοίνυν ἔστιν εὑρεῖν τοὺς εὐφρο νοῦντας τὴν τῆς ἀσεβείας συγγένειαν. Ἄρειος γὰρ καὶ Εὐνόμιος, κτίσμα καὶ ἐξ οὐκ ὄντων, καὶ δοῦλον τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ