1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

1

De incarnatione domini

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ.

Αʹ. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Αʹ. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Ὁ μὲν περὶ τῆς ἁγίας Τριάδος ὡς ἐν εὐσεβῶν συλλόγῳ, καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν πειθομέ νων, ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, λόγος διήνυσται. Οὐ γὰρ ἀντειπεῖν ἐπὶ τοῦ παρόντος τοῖς ἀσεβέσιν, ἀλλὰ τοῖς φοιτηταῖς τῶν ἀποστόλων ἐκθέσθαι πίστιν προὐθέμεθα. Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐ ηργέτησε γένος. Οὐ γὰρ ἐπαύσαντο πώποτε τῶν θείων δωρεῶν αἱ πηγαὶ τοῖς ἀνθρώποις τὰ ἀγαθὰ ἀναβλύζουσαι. Βʹ. ∆ιήγησις τῶν ὑπὸ Θεοῦ γεγενημένων εἰς τὴν ἀνθρώπου εὐεργεσίαν ἐξ ἀρχῆς. Ἀλλ' ἀφ' οὗπερ τόνδε τὸν παναρμόνιον κόσμον ἐδημιούργησεν, ταῖς ποικίλαις εὐεργεσίαις τὴν ἡμε τέραν ἐπικλύζει φύσιν ὁ Ποιητής. Καὶ πρῶτον μὲν μὴ ὄντα πεποίηκε καὶ διαπλάττων ἐτίμησεν, καὶ τὸν χοῦν εἰς ἀνθρώπου φύσιν μετέβαλεν ὡς ἠθέλησε, καὶ τῷ δυσειδεῖ πηλῷ κάλλος καὶ ψυχὴν ἐδωρήσατο, ὀφθαλμῶν λαμπρότητα, καὶ γαλήνης καθαρότητα, καὶ παρειῶν λειότητα, καὶ γλώττης ἁπαλότητα, καὶ αἵματος ὀχετοὺς εἰς ἅπαντα τοῦ σώματος ∆ιαθέοντας μέλη, καὶ ἀρδεῖαν ἀποχρῶσαν σαρκὶ καὶ νεύροις χορηγοῦντας καὶ δέρματι, ὀστῶν ἀντιτυπίαν, καὶ 75.1421 τῶν ἐν τούτοις ἀποκειμένων μυελῶν τὸ χρειῶδες, καὶ τἄλλα ὅσα τοῦ ἀνθρωπίνου ζώου τὸ ὁρώμενον ἔχει. Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλι νον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δη μιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμε νος. Εἶτα βασιλέα κτηνῶν, καὶ τετραπόδων, καὶ ἑρ πετῶν, νηκτῶν, καὶ ἀμφιβίων, καὶ τῶν ἀεροπόρων ὀρνίθων ἐχειροτόνησε. Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας· ἥλιόν τε ἀνίσχειν κελεύσας, καὶ δύεσθαι, καὶ ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ τῷ δρόμῳ τὸν χρόνον μετρεῖν· σελήνην φθίνειν καὶ πλήθειν, καὶ ταῖς πυκναῖς μεταβολαῖς ἥδειν τε ὁμοῦ καὶ σημαίνειν κύκλον τὸν ἐνιαύσιον· γῆν δὲ κάτωθεν ὑπεστόρεσε, καὶ ποικίλον αὐτῇ κόσμον δέδωκεν, εἰς ἄλση καὶ λήϊα καὶ λειμῶνας διακρίνας· ὄρη κυρτώ σας εἰς ὕψος, καὶ νάπας κοιλάνας, καὶ πεδία ὕπτια καὶ ἰσόπεδα δείξας, καὶ πηγὰς ἀναβλύζειν ἐν μέσῳ κελεύσας, καὶ ποταμοὺς τρέχειν ἄπαυστα, καὶ τἄλλα ὅσα γῆν καλλωπίζει καὶ θάλατταν. Γʹ. ∆ιὰ τί τὸν ἄνθρωπον προσηγόρευσεν Ἀδάμ. Οὕτω δημιουργήσας τὸν πρῶτον ἄνθρωπον, καὶ τῇ εἰκόνι τιμήσας καὶ τῷ πλήθει τῶν δωρεῶν ἀποκλύ σας, τίθησιν αὐτῷ τὸ τῆς φύσεως ὄνομα· Ἀδὰμ γὰρ αὐτὸν προσηγόρευσεν· τοῦτο δὲ τὸν χοῦν δηλοῖ τῇ Ἑβραίων φωνῇ. Μία δὲ καὶ αὕτη περὶ τὸν ἄνθρωπον κηδεμονία. Ἐπειδὴ γὰρ ἔμελλε