1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

1

Epistulae Collectio Sirmondiana

ΕΠΙΣΤΟΛΑΙ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΡΟΥ ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ∆ΙΑΦΟΡΟΝ ΦΙΛΟΝ. Τῷ θαυμαστῷ συμβούλῳ τὸν συνετὸν ἀκροατὴν ὁ προφητι κὸς συνέζευξε λόγος. Ἐγὼ δέ σου τῇ ὁσιότητι οὐχ ὡς ἀκρο ατῇ συνετῷ, ἀλλ' ὡς κριτῇ σοφῷ τε καὶ ἀληθεῖ, τὴν εἰς τὸν θεῖον Ἀπόστολον συγγραφεῖσάν μοι δέδωκα βίβλον. Καὶ καθά περ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως. Ἀλλὰ καὶ ἀναγνοὺς καὶ πέμψας, οὐδὲν ἡμῖν, ὦ φίλη κεφαλή, τῶν εἰρημένων περὶ τούτου δεδήλωκας. Ἡ δὲ σιγή με παρασκευάζει τοπάζειν, ὡς τἀναντία περὶ ταύτης ψηφισάμενος ὁ κριτὴς οὐκ ἠθέλησε διὰ τοῦ μηνῦσαι λυπῆσαι. Λῦσον τοίνυν τὴν ὑποψίαν καὶ τὴν περὶ τοῦ συγγράμματος ψῆφον δηλῶσαί μοι καταξίωσον. 2 ΤΩ ΑΥΤΩ. Οὐκ οἶμαι τοὺς θερμῶς ἀγαπῶντας ταῖς τῶν ἀγαπωμένων ὠδῖσι κρίνειν ὀρθῶς· κλέπτει γὰρ ὁ πόθος τὸ δίκαιον. Καὶ γὰρ οἱ πατέρες ὥρᾳ λάμπειν τὰ δυσειδῆ παιδία νομίζουσι· καὶ παῖδες ὡσαύτως τὸ τῶν πατέρων εἰδεχθὲς οὐχ ὁρῶσιν· οὕτω καὶ ἀδελφὸς ἀδελφὸν βλέπει, οὐχ ὡς ἡ φύσις, ἀλλ' ὡς ἡ διά θεσις δείκνυσιν. Οὕτω τὴν σὴν θειότητα κρῖναι τοῖς ἐμοῖς ὑπείληφα λόγοις, τοῦ φίλτρου τὴν ψῆφον ἐξενεγκόντος. Μεγί στη γὰρ ἀληθῶς ἡ τῆς ἀγάπης ἰσχύς, καὶ συσκιάζει πολλάκις τῶν φίλων οὐ μικρὰ πλημμελήματα. Ταύτης ἔχων τὸν πλοῦ τον, ὦ φίλη μοι κεφαλή, εὐφημίαις τοὺς ἡμετέρους ἐταινίω σας λόγους· ἐγὼ δέ σου τὴν θεοσέβειαν ἐπαγγέλλω τὸν ἀγαθὸν ἀντιβολῆσαι ∆εσπότην, βεβαιῶσαι τοῖς ἔργοις τὴν εὐφημίαν, καὶ δεῖξαι τὸν ἐπαινούμενον, ὁποῖον τῶν ἐπαινούντων ζωγρα φοῦσιν οἱ λόγοι. 3 ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Ὁ μὲν θεῖος Ἀπόστολος τὰς τοιαύτας ἀπαγορεύει συγκρί σεις. Ῥωμαίοις γὰρ ἐπιστέλλων οὕτως ἔφη· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ . Μάλα δὲ εἰκότως τοῦτο πεποίηκεν. Ἡμεῖς μὲν γὰρ μόνα ὁρῶμεν τὰ πράγματα· ὁ δὲ τῶν ὅλων Θεὸς καὶ τῶν ταῦτα δρώντων ἐπίσταται τὸν σκοπόν, καὶ τούτῳ μᾶλλον ἢ τοῖς ἔργοις δικάζων ἐκφέρει τὴν ψῆφον. Οὕτω στεφανώσει τὸν θεῖον Ἀπόστολον γενόμενον τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖον, καὶ τοῖς κατὰ νόμον ὡς ὑπὸ νόμον, καὶ τοῖς ἀνόμοις ὡς ἄνομον. ∆ιὰ γὰρ τὴν τῶν πολλῶν ὠφέλειαν τοῖς τῆς ὑποκρίσεως προσωπείοις ἐχρήσατο· οὐ κόλακος ἀσπαζόμενος βίον, καὶ κέρδος ἐπιζήμιον ἑαυτῷ μηχανώμενος· ἀλλ' οἷς τὴν διδασκαλίαν προσέφερε τὴν ὠφέλειαν πραγμα τευόμενος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος, ὡς ἔφην ἤδη, τὸ θεῖον ἀναμένειν κελεύει κριτήριον. Ἐπειδὴ δὲ καὶ τῶν μειζό νων κατατολμῶμεν, καὶ θεολογίας τῆς ὑπὲρ νοῦν καὶ λόγον ἁπτόμεθα, οὐ βλασφημίας ἀφορμὰς κατὰ τοὺς ἀνοσίους ἐπι ζητοῦντες αἱρετικούς, ἀλλὰ τὴν ἐκείνων ἀσέβειαν ἐξελέγ χοντες καὶ ὡς χωροῦμεν τὸν Ποιητὴν