1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

1

Interpretatio in Jeremiam

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ

ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΡΕΜΙΟΥ. ΠΡΟΛΟΓΟΣ. Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφη τείαν ἑρμηνείας μὴ δεῖσθαι. Ἐπειδὴ δὲ πολλοί με τῶν σπουδαίων ἐπήγγειλαν καὶ ταύτην ἑρμηνεῦσαι τὴν βίβλον, φήσαντες ἀγνοεῖν τοὺς πλείστους τὴν τῆς προφητείας διάνοιαν· τὴν θείαν χάριν γενέσθαι συνεργὸν ἱκετεύσας, πειράσομαι πληρῶσαι τὸ κελευ σθέν. Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ· καὶ τῶν μὲν σαφεστέρων παράφρασιν ἐν κεφαλαίῳ ποιήσο μαι· τὰ δέ γε ἐπεξεργασίας δεόμενα ἀναπτύξαι σπου δάσω. Πρῶτον μέντοι τῆς προφητείας τὴν ὑπόθεσιν φράσω. ΤΟΜΟΣ Αʹ. ΠΡΟΘΕΩΡΙΑ. Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πα τρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο· ἔσχε δὲ παῖδας, τὴν μὲν τοῦ πα τρὸς οὐ ζηλώσαντας ἀρετὴν, τὴν δὲ τῶν προγόνων μιμησαμένους ἀσέβειαν. Ταῦτα τοίνυν προειδὼς ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰω σίου βασιλείας προχειρίζεται τὸν προφήτην, καὶ προαγορεῦσαι κελεύει τὰς ἐσομένας τῇ τε πόλει καὶ τῷ λαῷ συμφοράς. Ταῦτα δὲ προθεσπίζων διετέλε σεν, οὐ μόνον τὸν ὑπόλοιπον τοῦ Ἰωσίου χρόνον, ἀλλὰ καὶ ἐπὶ Ἰωάχαζ, ὃς υἱὸς ὢν τοῦ Ἰωσίου τὴν βασιλείαν διεδέξατο, καὶ ἐπὶ Ἰωακεὶμ, ὃς τούτου μὲν ἦν ἀδελφὸς, τοῦ δὲ Ἰωσίου υἱός· καὶ μέντοι καὶ ἐπὶ Ἰεχονίου, ὃς τοῦ μὲν Ἰωακεὶμ υἱὸς ὑπῆρχεν, ἔγγονος δὲ τοῦ Ἰωσίου· ὡσαύτως δὲ καὶ ἐπὶ Σεδε 81.497 κίου, ὃς καὶ αὐτὸς ἔσχε τὸν Ἰωσίαν πατέρα· ὡς εἶναι πάντα τῆς προφητείας τὸν χρόνον δύο καὶ τεσ σαράκοντα ἐτῶν, ὀλίγων μηνῶν δέοντα. Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. Προθεσπίζει δὲ καὶ τῶν αἰχμαλώτων ἐπάνοδον, καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον, καὶ μέντοι καὶ ἄλλων ἐθνῶν παμπόλλων τὰς παντοδαπὰς τιμωρίας· προλέγει δὲ καὶ τῆς Καινῆς ∆ιαθήκης τὴν δόσιν, καὶ τῆς Παλαιᾶς τὴν παῦλαν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν ἐσομένην τῆς οἰκουμένης σωτηρίαν. ΚΕΦΑΛ. Αʹ. αʹ. Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν, τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθώθ. ∆ιπλῆς ὁ προφήτης μετέλαχε χάριτος, ἱερατικῆς καὶ προφητικῆς· καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε· τὴν δὲ ἐκ τῆς ἄνωθεν ἔλαβε δωρεᾶς. Λέγει δὲ καὶ τὸν χρόνον τῆς προφητείας. βʹ. Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ. Μέμνηται δὲ καὶ τῶν ἑξῆς βεβασιλευκότων, μέχρι τῆς ἐσχάτης πολιορκίας. Εἶτα καὶ τὰ εἰρημένα παρὰ τοῦ Θεοῦ τῶν ὅλων δι δάσκει. δʹ, εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Οὐκ ἄδικος ἡ