1

 2

 3

1

Quod unicus filius sit dominus noster Jesus Christus

Οτι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

Οἱ τὰς καθ' ἡμῶν συκοφαντίας συντεθεικότες εἰς δύο μερίζειν ἡμᾶς φασιν

υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ ταῦτα φρονεῖν, ὅτι καὶ τοὺς ταῦτα λέγειν τολ μῶντας δυσσεβείας γραφόμεθα. Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὸν γὰρ αὐτὸν ὁμολογοῦμεν, καὶ Θεὸν προαιώνιον, καὶ ἄνθρωπον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρωπον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσ λήψει τῆς ἀνθρωπότητος. Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει. Ἐξ ἐκείνης γὰρ τῆς οὐσίας γεγέννηται. Καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη τῷ Φιλίππῳ· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." Καὶ πάλιν ἑτέρωθι· "Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι." Καὶ ἀλλαχοῦ· "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ' ἦν· "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Ἄνθρωπος δὲ οὐκ ἦν, ἀλλ' ἐγένετο, ἐγένετο δὲ προσλαβὼν τὸ ἡμέτερον· τοῦτο γὰρ ὁ μακάριος ἔφη Παῦλος· "Ὃς ἐν μορφῆ Θεοῦ ὑπάρ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών." Καὶ πάλιν· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρ ματος Ἀβραὰμ ἐπιλαμβάνεται." Καὶ αὖθις· "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν." Οὕτω καὶ παθητὸς ἦν καὶ ἀπαθὴς, καὶ θνητὸς καὶ ἀθάνα τος· παθητὸς μὲν καὶ θνητὸς ὡς ἄνθρωπος, ἀπαθὴς δὲ καὶ ἀθάνατος ὡς Θεός. Ὡς γὰρ Θεὸς τὴν σάρκα τὴν οἰκείαν τεθνηκυῖαν ἀνέστησεν· αὐτοῦ γάρ ἐστι φωνή· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν·" καὶ ὡς ἄνθρωπος δὲ μέχρι τοῦ πάθους ἦν παθητὸς καὶ θνητός· μετὰ γὰρ τὴν ἀνά στασιν, καὶ ὡς ἄνθρωπος ἔχει τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν· καὶ τὰς θεοπρεπεῖς ἀφίησιν ἀστραπάς· οὐκ εἰς θεότητος φύσιν κατὰ τὴν σάρκα μεταβληθεὶς, ἀλλὰ τῆς ἀνθρωπότητος φυλάτ 83.1436 των τοὺς χαρακτῆρας, οὐδὲ ἀπερίγραφον ἔχων τὸ σῶμα (τοῦτο γὰρ μόνης τῆς θείας φύσεως ἴδιον), ἀλλ' ἐν τῇ προτέρᾳ μένων περιγραφῇ. Τοῦτο γὰρ διδάσκων καὶ μετὰ τὴν ἀνάστασιν ἔφη τοῖς μαθη ταῖς· "Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεω ρεῖτε ἔχοντα." Οὕτως ὁρώμενος εἰς οὐρανοὺς ἀνελή λυθεν· οὕτως ἥξειν αὖθις ὑπέσχετο· οὕτως αὐτὸν ὄψονται καὶ οἱ πιστεύσαντες καὶ οἱ σταυρώσαντες· "Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν." Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν· καὶ τὴν ἐκ τοῦ Θεοῦ, καὶ τὴν ἐκ ∆αβίδ. Τούτου γὰρ χάριν καὶ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ υἱὸς τοῦ ∆αβὶδ ὀνομάζεται, ἑκατέρας φύσεως τὴν ἁρμόττουσαν ἑλκούσης προσ ηγορίαν· διά τοι τοῦτο καὶ Θεὸν αὐτὸν καὶ ἄνθρωπον ἡ θεία ὀνομάζει Γραφὴ, καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων."