1

 2

 3

1

Epitaphius in Theodoram nurum Bryennii

̓Επιτάφιοι τῇ γυναικὶ τοῦ υἱοῦ τοῦ πανευτυχεστάτου καίσαρος κυροῦ Νικηφόρου τοῦ Βρυεννίου, κυρᾷ Θεοδώρᾳ

Οὐκ οἶδα πῶς νῦν ἐξοδεύσω τὸν λόγον καὶ πῶς δραμοίμην τὸν προκείμενον δρόμον καὶ τίς γενοίμην ταῖς ἐνεστώσαις τύχαις. Ἂν ταῖς ἀβύσσοις ἀτενίσω τοῦ πάθους καὶ τὴν προβᾶσαν ἐννοήσω ζημίαν, ἄλλας ἀβύσσους ἐκμετρῶ θρηνημάτων, δάκρυσι κιρνῶ τὸν κρατῆρα τοῦ λόγου, ὀδυρματώδη τὴν ἀφήγησιν πλέκω καὶ πρὸς στεναγμοὺς ἐκκινοῦμαι βυθίους. Ἂν ἐς τὸ μακάριον ἐμβλέψω τέλος τῆς νῦν θανούσης καὶ λιπούσης τὸν βίον, σκιρτῶ μετ' αὐτῶν τῶν ἐφ' ὕψους ταγμάτων καί μοι γέγηθεν ἀσφαλῶς ἡ καρδία καὶ ταῖς ἄνωθεν συγκροτεῖ στραταρχίαις, κοινὴν ἑορτὴν καὶ χαρὰν ποιουμέναις τὸ τηλικαύτης προσλαβεῖν ψυχῆς σέλας. ∆ιχάζομαι γοῦν καὶ μερίζομαι μέσος καί με τρυτάνη χαρμονῆς καὶ δακρύων ἐκεῖθεν ἔνθεν θαμινῶς μετακλίνει. Ὡς γὰρ ἀπ' ἀρχῆς ἄχρις αὐτοῦ τοῦ τέλους τὰς σὰς ἐπέλθω καὶ διαδράμω τύχας, ὦ θήλεος κόσμημα, καλῶν ἑστία καὶ δῶρον ὄντως τοῦ Θεοῦ Λόγου μέγα, ἡρωϊκὴ κήπευσις ἐξήνεγκέ σε καὶ ῥίζα βασίλειος ἐβλάστησέ σε τὴν ἡμερίδα τὴν καλὴν καὶ κοσμίαν· ἓν τοῦτο καλὸν ἡ γενικὴ σεμνότης, ἀλλὰ μετῆρε καὶ μετηνέγκατό σε ὁ τῆς προνοίας κοσμαγωγὸς βραχίων ἐξ εὐτυχοῦς γῆς εἰς τρισευτυχεστέραν κήποις τε χρυσοῖς ἐγκατερρίζωσέ σε, κήποις ἐκείνοις τοῖς βασιλικωτάτοις, ἐν οἷς ὑπήνθει μυρίον μὲν τὸ κρίνον, ἀπείριτος δὲ τῶν ῥόδων ἡ λευκότης, πολὺς δ' ὁ κιττὸς εἷρπεν, ὁ σμίλαξ δ' ὅσος· καὶ τὰς φυτουργοὺς ὡς καλὰς δέδωκέ σοι αὐτήν τε τὴν προὔχουσαν ἐν βασιλίσι, τὴν παμβόητον ἐν γυναιξὶν Εἰρήνην, τὴν πρὸς δόσεις ἄβυσσον ἀχανεστάτην, τὴν ἀρεταῖς στέψασαν αὐτὸ τὸ στέφος, τὴν τῶν παθῶν δέσποιναν, οὐ τῆς γῆς μόνον, καὶ τὴν ἀπ' αὐτῆς καὶ κατ' αὐτὴν τοῖς τρόποις, τὸ ∆ουκικὸν θρύλλημα, τὴν σοφὴν Ἄνναν, τὸν ἄντικρυς νοῦν, τὴν χαρίτων ἑστίαν, τὸ λευκέρυθρον πορφυράνθητον ῥόδον, κἂν νῦν μέλαινα τοῦτο καλύπτῃ κάλυξ, τοῦ δεσπότου μου (στῆθί μοι, ῥοῦς δακρύων), τοῦ δεσπότου μου (μὴ ῥαγῇς μοι, καρδία), τοῦ δεσπότου μου (τέτλαθι, στέρνον τάλαν), τοῦ δεσπότου μου τὴν ὅμευνον καίσαρος. Πρὸς ἃς κατευθύνουσα πάντα τὸν βίον καὶ προστιθεῖσα τὴν μίμησιν τῇ φύσει καλῶς πεφυτούργησο καὶ συνηυξάνου, ὅρπηξ νεαρὸς ἀκλινῶς ἀνατρέχων, ὡς ἀναδενδράς, ὡς κυπάριττος νέα, καὶ τῷ παρ' αὐτῶν φύντι παγκάλῳ κλάδῳ, τῷ πάντοθεν βρύοντι πολλὴν τὴν χάριν ἐκ κλήσεως εἴδους τε καὶ σεμνοῦ τρόπου, δεσμοῖς γαμικῶν συνεκεντρίσθης νόμων. Καὶ καρπὸν ἐβλάστησας ἐκ τούτου νέον, πάσαις περιβρίθοντα χρηστῶν ἰδέαις καὶ τῇ καλῇ μάλιστα παππωνυμίᾳ. Τοιαῦτα μέν σου ταῦτα· τὰς δ' ἑξῆς τύχας τίς χάλκεος νοῦς ἢ σιδήρεον στόμα δίχα στεναγμῶν φθέγξεται καὶ δακρύων; Ὁ μὲν γὰρ εἰς νόμιμον ἐλθών σοι λέχος, ὁ πάντα καλὸς καὶ γλυκὺς Ἰωάννης, ὑπὲρ τὸν Ἅλυν ἐξεδήμει καὶ πάλιν τῷ μητραδέλφῳ συστρατεύων δεσπότῃ, ὅλος σιδηρόφρακτος ἱπποτοξότης καὶ μέχρι ταρσῶν ἐσφυρηλατημένος, καὶ συγκαθῄρει τὰς πόλεις τῶν βαρβάρων· σὲ δὲ στρατιὰ βαρβάρων νοσημάτων ὅλην ἑλεῖν ἔσπευδε, τὴν τούτου πόλιν, νῦν μὲν καμίνους πυρετῶν πρηστηρίων ὅλας ἀναφλέγουσα καὶ φλέγουσά σε, νῦν δ' ἀλλεπαλλήλων σε τῶν ῥιγωμάτων πιμπλῶσα καὶ ψύχουσα κρυστάλου δίκην· ἐξ ὧν τὰ πλεῖστα τῶν μελῶν ἔρρευσέ σοι δρόμῳ σελήνης ὀγδόῳ τετηγμένῃ, ἐν οἷς ὅλοις ἄληκτον ἦν τὸ τῆς νόσου καὶ συνεχὴς ἡ θλίψις ἐστήρικτό σοι, ὡς εἰς ποταμὸν Ταρτάρου βεβλημένῃ κἀκεῖθεν εἰς κρατῆρας Αἴτνης ἠγμένῃ· ἦν γὰρ τὸ τέρμα τῆς πυρᾶς ἀρχὴ φρίκης καὶ τῆς φρίκης τὸ τέρμα τῆς πυρᾶς πάλιν. Καὶ τοῦ κρύους μὲν ἐν μέσῳ καὶ τοῦ θέρους