1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

1

Iambi de variis argumentis

Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου τῶν Στουδίου, ἴαμβοι εἰς διαφόρους ὑποθέσεισ

Εἰς τὰ λείψανα τῶν ἁγίων μαρτύρων Χάριν βρύουσαν θείαν ἐν τοῖς λειψάνοις πᾶς τις συλήσει πίστιν αἱμόρρου

φέρων· ψαύων γὰρ αὐτῶν, ὡς ἐκείνη κρασπέδου, ῥώσειε σῶμα καὶ ψυχὴν ἁγιάσει.

2 Εἰς τὴν κέλλαν τοῦ πατρὸς ἡμῶν Θρήνει με, κέλλα, σχοῦσα νωθρὸν ἐργάτην, μόνον κάκιστον, ὧνπερ ἔσχες

κτητόρων. Οὐ λαμπρύνω σε τῶν προσευχῶν τῷ φάει· οὐ δὴ πιαίνω τῇ ῥοῇ τῶν δακρύων· οὐδ' αὖ καθαίρω τῆς ἁγνείας τοῖς τρόποις. Ἀλλ' οὖν σύ, Σῶτερ, Κτίστα, Φωστὴρ τῶν ὅλων, ἔγειρον, ἐξύπνισον εἰς τὸν σὸν φόβον, πρόσγευσον εἰς ἔρωτα τῆς σῆς ἀγάπης, πτέρωσον ἀρθῆναί με τῶν παθῶν ἄνω, ἕως πάρεστι καιρὸς εἰς εὐπραξίαν, ἵνα προσοίσω δόξαν, εὐχαριστίαν σοὶ τῷ θέλοντι πᾶσι τὴν σωτηρίαν.

3 Εἰς ἀποτασσομένουσ Ἄνδρες βροτοί, φύγωμεν ἐκ κόσμου

πλάνου Χριστὸς καλεῖ, δράμωμεν· εὔπλους γὰρ βίος ζάλης, μεριμνῶν καὶ στροφῶν

ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος, ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος. Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος! Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ' ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν.

4 Εἰς ἡγούμενον

Οἷόνπερ ὕψος τῆς προεδρίας βλέπων κατ' ἀξίαν πρόσβαινε τῷ βαθμῷ

τρέμων· εἵλου γὰρ ἔργον κινδύνων πολλῶν γέμον, πολλῆς μερίμνης οὐδὲ μικρᾶς φροντίδος. Σκόπει, προμηθοῦ γρηγόρως οὓς ἐξάγεις· μή σου συληθῇ θρέμμα πως ἀπειρίᾳ. Σαυτὸν τεθεικὼς εἰς τύπον καλῶν τρόπων εἴσῃ γὰρ εἰδώς, ὡς ὑφέξεις τὸν λόγον, ὅτ' ἂν καθεσθῇ Χριστὸς εἰς πάντων κρίσιν.

5 Εἰς ὑποτακτικόν

∆εῦρ' ἐλθέ, πύκτα, δεῦρό μοι, στῆθι ζέων, τοὺς αὐχένας σου κλίνων

εὐεπηκόως, ὅλος ταπεινός, νεκρὸς ὢν ἐν τῷ θέλειν, πᾶν ἐνθύμημα φανερῶν τῆς καρδίας, ὡς ἂν τελείως ἐμμένῃς τῷ σταδίῳ. Μή σ' ἐκφοβείτω μήτ' ἔρημος, μὴ στύλος, μήτ' ἄλλο τάγμα τῶν Θεοδρόμων βίων· προὔχεις ἁπάντων, ὡς Θεογράφως ἔχει· τοῦ μαρτύρων πρώτου γὰρ οὐδόν ἀνύεις.