1

 2

 3

 4

 5

 6

 7

1

Fragmenta in epistulam ad Hebraeos

0 Hebr Prolog Ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ γὰρ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν ἐπιστολὴν ὡς Παύλου γεγραφότος αὐτοῖς, ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τε τὰ ἀναγεγραμμένα ἐδύνατο μὴ τούτου γιγνομένου. πρὸς δ' αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὅ φημι· παρακαλῶ γὰρ ὑμᾶς, φησίν, ἀδελφοί, ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. τίσι δὲ ἔγραφεν ὅτι ἐπέστειλα ὑμῖν, οὐκ ὄντων ἐκείνων οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα; εἶτα ἐπάγει· γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς. ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ' οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι, σαφῶς ὑπισχνεῖται. τίς οὖν ἡ τούτου αἰτία <τοῦ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα>; εὔδηλος καὶ ἄγαν σαφής. διείλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσινεἷς γὰρ ἦν αὐτοῖς ὁ σκοπός 201 ἀλλ' ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προάγωσιν, διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων, οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς· οἱ δέ γε πεπιστευκότες κοινούς, ὡς εἰκός, διδασκάλους τε καὶ ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, οὐκέτι.

Hebr 1,2-3a ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. ὁ αἰὼν φύσις μέν ἐστιν οὐδεμία

ἐν ὑποστάσει τὸ εἶναι ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι. ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρις τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν, ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ τέλους τὴν φαντασίαν δεχόμενοι. οὐχ ὥσπερ ἐπὶ τοῦ θεοῦ λεγόντων ὅτι ἦν μόνον ὃς ἐπειδήπερ ἦν ἀεί, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῇ ζωῇ. τὸ τοίνυν εἰπεῖν τῶν αἰώνων ποιητὴν οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ἀΐδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος ∆αυίδ· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐ τοῦτο βούλεται εἰπεῖν ὅτι τῶν οὐχ ὑφεστώτων προϋπάρχει, ἀλλ' ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος ἀεὶ τὸ εἶναι ἔχων. οὕτως, ὅταν λέγῃ· δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, οὐχὶ τῶν οὐχ ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ' ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. καλῶς οὐκ εἶπεν τοῦ θεοῦ ἀλλὰ τῆς δόξης, τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἂν μόνον δοξάζεσθαι ὀφειλούσης παρ' ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζεν, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παραβολῆς ἐκλύσας· ἀκριβῆ γάρ, φησί, σώζει τὸν χαρακτῆρα τῆς