1

 2

1

Fragmenta in epistulam ii ad Corinthios

196 2 Kor 1,3 Συνετὸν τὸ ἀπ' εὐχαριστίας καὶ μὴ διηγηματικῶς ἄρξασθαι τῶν συμβεβηκότων αὐτῷ, ὥστε μὴ δοκεῖν μεγάλα φρονεῖν ἐπ' αὐτοῖς· καὶ οὐδὲ ἀπὸ τῆς θλίψεως ἤρξατο ἀλλ' ἀπὸ τῆς παρακλήσεως, ὥστε φαίνεσθαι τὸ μὲν προκείμενον αὐτῷ τὴν ὑπὲρ τῆς παρακλήσεως εὐχαριστίαν, ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου δοκεῖν εἰς τὸν περὶ τῶν θλίψεων ἐξενηνέχθαι λόγον. Εὐλογητὸς ὁ θεός· ἐνταῦθα ὑποστικτέον, ἵνα ᾖ κατ' ἔλλειψιν· νοεῖται γὰρ τὸ ἡμῶν ἀντὶ τοῦ εὐλογητὸς ὁ θεὸς ἡμῶν.2 Kor 1,4 Ὁ λόγος ψιλός ἐστι τὸ τῆς ἡμετέρας παρακλήσεως ἀλλ' ἔργον προειληφώς· πειραθέντες γὰρ τῆς παρὰ τοῦ θεοῦ παρακλήσεως μεμαθήκαμεν ἀφ' ὧν πεπόνθαμεν παρακαλεῖν. 2 Kor 1,6 Ἀντὶ τοῦ ἀληθῆ περὶ ὑμῶν ἐλπίζοντες πάσχειν αἱρούμεθα. 197 2 Kor 1,12 Τοῦτο εἶπεν, ἐπειδὴ διέβαλλον αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι καὶ αὐτὸς φυλάττει τὸν νόμον, εἰ καὶ ὑμῖν ὡς ἀπ' ἐθνῶν οὖσιν ἑτέρως διαλέγεται. 2 Kor 1,15 Ἐντρεπτικώτατον τὸ καὶ ταύτῃ, ὡς οὐχ ὁμοίως ἔτι θαρρεῖν δυνάμενος τῷ μεταβεβλῆσθαι αὐτούς, καὶ οὐχ ὁμοίους εἶναι περὶ αὐτόν. ἐκ τῶν λεγομένων δὲ δῆλον, ὡς πολλὴν περὶ αὐτοὺς ἔσωζε τὴν διάθεσιν. 2 Kor 1, Ἔστι, φησί, τὸ ἀμὴν φωνὴ συγκαταθέσεως ἐπ' εὐχαριστίας τῆς εἰς τὸν θεὸν γινομένης, ὡς ἐν τῇ προτέρᾳ αὐτός φησιν· ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; 2 Kor 1,24 Κατὰ τὴν συνθήκην λείπει τὸ μέν, ἵνα ᾖ· τῇ μὲν γὰρ πίστει ἑστήκατε. λέγει δὲ τοῦτο· τῆς μὲν πίστεως ἕνεκεν οὐδαμῶς ὑμῖν ἐπιμέμφομαιτὴν γὰρ ταύτης ὑγείαν περίκεισθε ἕτερα δέ τινα παρ' ὑμῶν πλημμελεῖται, ἅτινα διορθώσεώς τινος δεῖται.

2 Kor 2,13 Ἄνεσιν τοῦ πνεύματος καλεῖ τὸ δυνηθῆναί τι γενέσθαι κατάλληλον τῆς τοῦ πνεύματος δόσεως, ταῦτα δὲ ἦν ἡ ἑτέρων ὠφέλεια· οὐδὲ γὰρ ἔνεστιν ὑπολαβεῖν ὅτι Παῦλος ἀνθρωπίνης ἕνεκεν θλίψεως τὸ διδάσκειν ὑπερέθετο εὑρηκὼς τοὺς τὸ εὐαγγελικὸν κήρυγμα παραδέξασθαι δυναμένους.

2 Kor 3,7-11 Οὐκ εἶπεν ἡ διακονία τοῦ νόμου, ἐπειδὴ εἶχεν ἀξιοπιστίαν τινὰ καθ' αὑτὴν ἡ τοῦ νόμου προσηγορία, ἀλλ' ἡ τοῦ θανάτου ἀπὸ τοῦ ἀποτελέσματος αὐτὸ μᾶλλον εἰρηκώςὥστε τὴν περὶ αὐτὴν μειῶσαι φαντασίαν. καλῶς δὲ καὶ τὸ καταργουμένην εἰς αὔξησιν τοῦ πράγματος, ἀντὶ τοῦ καὶ ταῦτα καταργουμένην. καλῶς δὲ καὶ τὸ ἔσται, ἐπειδὴ ἀπὸ τῶν μελλόντων πιστοῦται τῶν κατὰ τὸν Χριστὸν τὸ μέγεθος. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης. πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. καλῶς ἐπὶ μὲν ἐκείνου εἶπεν διὰ δόξης, ἐπειδὴ πρὸς τῷ μηδένα ἕτερον μετασχεῖν τῶν ὁμοίων, καὶ 198 αὐτὸς Μωϋσῆς πρὸς ὀλίγον τοιοῦτος ἐγένετο· ἐνταῦθα δὲ τὸ ἐν δόξῃ, ἅτε δὴ αὐτοῦ τε τοῦ Χριστοῦ καὶ τῶν κοινωνούντων τῆς δόξης ἀεὶ ἐν τοῖς αὐτοῖς ἐσομένων. 2 Kor 3,17 Εἰ τὸν κύριον πνεῦμα εἰπεῖν ἠβούλετο, πνεῦμα ἂν εἶπεν ἁπλῶς, οὐ τὸ πνεῦμα μετὰ τῆς τοῦ ἄρθρου προσθήκης. ὥστε πνεῦμα ὁ θεός, εἰ καὶ τὰ μάλιστα εὔηθες τοῦτο εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐν ἐκείνοις πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος οἰομένην ἐν τόπῳ εἶναι τὸ θεῖον, ἀναγκαίως ἔφησεν αὐτὸ πνεῦμα εἶναι ἀσώματον, οὕτω κἀνταῦθα δεῖξαι ὅτι ἀσώματος ὁ κύριος, τῷ ἀποστόλῳ προέκειτο· φανερὸς γὰρ ὁ ἐν τούτοις σκοπὸς αὐτοῦ. ἐπειδὴ δὲ οὐ πνεῦμα εἶπεν ἀλλὰ τὸ πνεῦμα μετὰ τοῦ ἄρθρου, δηλονότι μὴ τὸν κύριον πνεῦμα λέγει ἀλλὰ τὸ πνεῦμα κύριον. οὐδὲ γὰρ ἔχοι ἄν τις διὰ πάσης δεῖξαι τῆς καινῆς διαθήκης τῇ τοῦ πνεύματος φωνῇ τὸν πατέρα ἢ τὸν υἱόν που σημαινόμενον, ἐπεὶ καὶ ὅταν λέγῃ πνεῦμα ὁ θεός, οὐ τῇ τοῦ πνεύματος αὐτὸν σημαίνει προσηγορίᾳ, ἀλλὰ θεὸν μὲν ὀνομάζει· πνεῦμα δὲ εἶναί φησιν οὐκ ἐπὶ σημασίᾳ τῇ κατὰ τὴν ὀνομασίαν αὐτὸ τεθεικώς, ὡς τὸ θεὸς