1

1

Fragmenta in Matthaeum

1Mt 21, 23 Τοῖς δολεροῖς μὴ προσιοῦσιν εἰς τὸ μαθεῖν ἄκαιρον ἀναπτύσσειν τὰ βαθύτερα.

2 μτ 21, 28-32 Ἄνθρωπός τις εἶχεν δύο υἱοὺς καὶ ὁ μὲν πρῶτός ἐστιν τὰ ἔθνη, οὓς ὁ θεὸς ὁ κοινὸς πατὴρ πρώτους ἐκάλεσεν· τὸν γὰρ διδακτὸν καὶ φυσικὸν νόμον ταῖς διανοίαις ἐγκατασπείρας ἔδωκε κήρυκας τὰ ὁρώμενα, ἀλλ' ἡ τῆς ψυχῆς αὐτῶν εὐταξία συνεχύθη ἐπὶ ξύλα καὶ λίθους· «εἶπαν «, γὰρ «τῷ ξύλῳ· πατήρ μου εἶ σύ «. διὸ οὐκ ἠνέσχοντο κωλυόμενοι· εἶπον γὰρ οὐκ οἴδαμεν τὸν κύριον. οὗτοι οὖν μεταμεληθέντες ὕστερον ἀπῆλθον εἰς τὸν ἀμπελῶνα. τοῦ δὲ πρώτου παραιτησαμένου προσῆλθεν ὁ πατὴρ τῷ δευτέρῳ, τοῦτ' ἔστιν τῷ Ἰσραήλ, ὅστις καλούμενος διὰ Μωυσέως εἶπεν· «πάντα ὅσα ἐλάλησεν « ὁ θεὸς καὶ «ποιήσομεν καὶ ἀκουσόμεθα «. οἵτινες οὔτε ἐποίησαν οὔτε ἤκουσαν οὔτε μετεμελήθησαν ὕστερον. οὓς κατέκριναν αἱ πόρναι καὶ οἱ τελῶναι, τοῦτ' ἔστιν τὰ ἔθνη.

3 μτ 21, 28-32 Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολή, ὅτι οἱ μὲν τελῶναι καὶ αἱ πόρναι μετανοήσαντες καὶ τὰ ἀρεστὰ τῷ θεῷ ποιήσαντες δικαιοῦνται Ἰωάννῃ πεισθέντες, εἰ καὶ κατ' ἀρχὰς ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ θεῷ. οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι ἐν μόνοις ῥήμασιν ψιλοῖς ἀπόβλητοί εἰσιν παρὰ θεῷ· «οὐ γὰρ ἐν λόγοις ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν ἔργοις «· «οὐ γὰρ ὁ ἀκροατὴς τοῦ νόμου, ἀλλ' ὁ ποιητὴς « δίκαιος. καὶ οἱ λοιποὶ παρὰ τῷ θεῷ οὗτοι ὅμοιοί εἰσιν τοῖς ὑποσχο-μένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα ἐπὶ τῷ ἐργάζεσθαι καὶ μὴ ἀπελθοῦσιν.