1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

Epistulae

ΘΕΟΦΥΛΑΚΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΣΙΜΟΚΡΑΤΟΥ ΕΠΙΣΤΟΛΑΙ ΗΘΙΚΑΙ ΑΓΡΟΙΚΙΚΑΙ ΕΤΑΙΡΙΚΑΙ

1 Κριτίας Πλωτίνῳ

Τέττιξ ὁ μουσικὸς ἦρος φανέντος τῆς μελῳδίας ἀπάρχεται· ᾠδικώτερος δὲ τοῖς ᾄσμασι καὶ τὴν φύσιν λαλίστερος ὥρᾳ μεσημβρίας γνωρίζεται, ἀκτίνων ὥσπερ ἡλιακῶν μεθυσκόμενος. τερετίζει γοῦν ὁ μελῳδὸς βῆμα τὸ δένδρον ποιούμενος, θέατρον τὸν ἀγρόν, καὶ τοῖς ὁδίταις τὴν μουσικὴν ἐπιδείκνυται. ᾆσαι γοῦν καὶ ἡμεῖς τὰς σὰς ἀρετὰς ἐπειγόμεθα· ἐκθάλπουσι γάρ πως καὶ ζωπυροῦσι πρὸς ἐγκώμιον τὰ ἡμέτερα. πάλαι γὰρ νεκρωθέντας ἡμᾶς τῷ ῥυπώδει βίῳ ἐκ τῶν σῶν γραμμάτων πρὸς ἀρετὴν ἀνεψύχωσας. οὕτω γενοίμην ὁ Κριτίας Πλωτῖνος· Πλωτῖνος γὰρ ἢ σώματος ἐκτὸς φιλοσοφεῖ ἐπὶ γῆς, ἢ φιλοσοφία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων ὡς ἄνθρωπος ἀναστρέφεται.

2 ∆όρκων Μόσχωνι Ὁ ταξίαρχος τῶν προβάτων, ὁ θαυμαστός μοι κριὸς ἀπόλωλε, καὶ ποιμαντικῆς ἡγεμονίας χηρεύει τὰ θρέμματα. κακόν τι πεπόνθαμεν μέγιστον, καί τί μοι δοκῶ χαλεπαίνειν τὸν Πᾶνα· οὐ γὰρ τῶν σίμβλων αὐτὸν ἀπαρχαῖς ἐτιμήσαμεν. διὸ πρὸς ἄστυ χωρῶ τὸν ὀργίλον πρεσβευσόμενος, καὶ τοῖς πολίταις τὴν ἀπήνειαν διηγήσομαι φήσας· "3διὰ μελιτοῦτταν ὁ Πὰν τοῦ ποιμνίου μοι τὸν ἡγεμόνα διώλεσεν"3.

3 Θεανὼ Εὐρυδίκῃ Ὁ φυσικός σοι κόσμος παρῴχηκε, καὶ ῥυτίδων ἐγγὺς ἡ εὐπρέπεια· σὺ δὲ παραχαράττειν ἐπιχειρεῖς τὴν ἀλήθειαν ἐπιπλάστῳ κόσμῳ τοὺς ἐραστὰς φενακίζουσα. πειθάρχει τῷ χρόνῳ, γραΐδιον· οὐ γὰρ εὐπρεπεῖς οἱ λειμῶνες ἐν μετοπώρῳ τοῖς ἄνθεσι. μέμνησο καὶ θανάτου-τούτῳ γὰρ ἐγειτνίασας-καὶ σωφροσύνην ἐξ ἀνάγκης ἀσκεῖν ἐπιτήδευε. καὶ γῆρας γὰρ ἀδικεῖς καὶ νεότητα· τὸ μὲν γὰρ ἐπαγγελλομένη διέψευσαι, τὸ δὲ κεκτημένη ἐνόθευσας.

4 Εὐαγόρας Ἀντιπάτρῳ Ὅρους ὁ δημιουργὸς καὶ τῷ θαλαττίῳ διετάξατο κλύδωνι, καὶ τοῖς αἰγιαλοῖς τὸ πελάγιον κεχαλίνωται ῥεῖθρον, καὶ ψάμμος τίς ἐστι μικρὰ ἠπείρῳ καὶ τῇ θαλάττῃ μεταίχμιον· οὐ γὰρ ἀδικεῖν ἡ θάλαττα τὴν γείτονα γῆν συγκεχώρηται· παλινδρομεῖ δὲ πρὸς ἑαυτὸ τὸ ῥεῖθρον μαινόμενον μεγάλην ἀπειλῆσαν τῇ χέρσῳ τὴν ἔφοδον. ὅρους τοιγαροῦν, ὦ Ἀντίπατρε, τῷ σῷ νομοθέτει θυμῷ ὑπηρέτιν τὴν χεῖρα τῆς ὀργῆς μὴ ποιούμενος. τὸ μὲν οὖν συμφιλοσοφεῖν ταῖς χερσὶ καὶ τὴν γλῶτταν ἐντελοῦς ἀρετῆς ὅρος ἀκρότατος· εἰ δὲ μὴ ταύτης κρατεῖν οἷός τε εἶ, ὕβρεσι τὸν θυμὸν ψυχαγώγει, εἰ κυσὶν ὑλακτοῦσιν ἐοικέναι βεβούλησαι. οὕτω γὰρ καὶ χαλεπαίνουσα θάλαττα ἀφροῦ περαιτέρω καὶ σάλου τὰ τῆς ὀργῆς οὐκ ἐνδείκνυται.

5 Αἴγειρος Πλατάνῳ Κακὰς γείτονας, ὦ φίλος, τὰς γεράνους κεκτήμεθα. πόλεμον ἀθάνατον περὶ τὸ γήδιον ἔχουσιν. οὔτε γὰρ τοῖς πατράσι τοῖς ἡμετέροις ἐσπείσαντο, οὔτε τοῖς μετ' ἐκείνους ἡμῖν τὸν πόλεμον διελύσαντο. καίτοι ἀπαρχαῖς τοῦ θερισμοῦ πολλάκις αὐτὰς ἐτιμήσαμεν· ἀλλὰ καὶ μοῖραν τοῦ γηδίου τινά, ὥσπερ ὀργάδα θεῷ, ταῖς ἀχαρίστοις δεδώκαμεν. ἀλλ' οὐκ αἰδέσιμα τὰ δῶρα παρ' ἐκείναις, ὡς ἔοικε. τοιγαροῦν ἅπαντες τῶν ἐντεῦθεν ἀπαίρομεν· πέτρας γὰρ ἡμῖν γεωργεῖν συμφερώτερον ἢ πεδία καὶ γηλόφους οἰκεῖν χαλεπὰς κεκτημένους τὰς γείτονας.