Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ Ἑλλήνων

 1 Ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ' ἑαυτῆς ἔχει τὸ γνώριμον· μ

 2 Ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν, οὐδ' ὅλως κατ' αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο,

 3 Οὕτω μὲν οὖν ὁ ∆ημιουργός, ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε, καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι, κατο λιγωρήσαντες τῶν κρειττόνων,

 4 Ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶ

 5 Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ' εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν, καὶ τὰς χεῖρας εἰς τὸ ἐναντ

 6 Ἑλλήνων μὲν οὖν τινες, πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν Χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ' ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κ

 7 Ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημ

 8 Οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἡ ψυχή, κατ' ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν καὶ ζωσα

 9 Ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ Θεοῦ, καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελ

 10 Τοῦτο δὲ τὸ ἔθος οὐ καινόν, οὐδὲ ἀπὸ τῆς Ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ' ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰ

 11 Ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ

 12 Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητὼ καὶ Μαῖαν καὶ Εὐρώπην

 13 Εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσ αγορεύουσι· καὶ ἃ πρὸ

 14 Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρύσιον, ἔργα

 15 Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπό

 16 Ἀλλ' ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρα κτῆρα τὰ μὴ ὄντα πλάττεσθαι κα

 17 Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ' αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθε

 18 Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ' ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέν των μικρῷ πρότερον,

 19 Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντ

 20 Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ' ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην,

 21 Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπι φάνειαν ταῦτα ὑμῖν πεπ

 22 Εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ Θεῖον, διὰ τοῦτο οὕτω τετύπωται, διὰ τί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν; εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου

 23 Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ' ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί

 24 Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου

 25 Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέ χθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσι τύποι καὶ μορφαί, τοῖς παρ' αὐτοῖς ψευδοθέο

 26 Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορ

 27 Ἀλλ' ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα

 28 Πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ' ἑτέρων ἐπι κουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ' ἀλλήλων τὴν εἰς

 29 Καὶ ἄλλως δ' ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν. εἰ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς

 30 Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσι

 31 Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα κ

 32 Καὶ τοῦτο δ' ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς, τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθ

 33 Ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως. γένοιτο δ'

 34 Λέγομεν οὖν, καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι

 35 ὑπ' αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον

 36 Τίς, ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ἰδὼν πῦρ ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντι

 37 Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνή γαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτά, ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα, ὥσπερ δοῦλα δ

 38 Ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία, καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγ

 39 Οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν ἕνα τὸν ταύτης δημιουργὸν πιστεύ

 40 Τίς ἂν εἴη οὗτος; καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μή, τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβῃ, καὶ εἰς τὴν αὐτὴ

 41 Λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωπ

 42 Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας, καὶ φωτίσας τά τε

 43 Καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἄνδρων, π

 44 Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινε

 45 Ὥσπερ γάρ, ἀναβλέψαντας εἰς τὸν οὐρανὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα Λόγον· οὕτω νο

 46 Ἆρ' οὖν, ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώ-πηκεν ἡ ἔνθεος διδασκαλία καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ Θείου γνώσε

 47 Τίς οὖν ἄν, τίς ἐξαριθμήσειε τὸν Πατέρα, ἵνα καὶ τοῦ Λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ Πατρὸς Λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γε

§44. The similes applied to the whole Universe, seen and unseen.

For by a nod and by the power of the Divine Word of the Father that governs and presides over all, the heaven revolves, the stars move, the sun shines, the moon goes her circuit, and the air receives the sun’s light and the æther his heat, and the winds blow: the mountains are reared on high, the sea is rough with waves, and the living things in it grow, the earth abides fixed, and bears fruit, and man is formed and lives and dies again, and all things whatever have their life and movement; fire burns, water cools, fountains spring forth, rivers flow, seasons and hours come round, rains descend, clouds are filled, hail is formed, snow and ice congeal, birds fly, creeping things go along, water-animals swim, the sea is navigated, the earth is sown and grows crops in due season, plants grow, and some are young, some ripening, others in their growth become old and decay, and while some things are vanishing others are being engendered and are coming to light. 2. But all these things, and more, which for their number we cannot mention, the worker of wonders and marvels, the Word of God, giving light and life, moves and orders by His own nod, making the universe one. Nor does He leave out of Himself even the invisible powers; for including these also in the universe inasmuch as he is their maker also, He holds them together and quickens them by His nod and by His providence. And there can be no excuse for disbelieving this. 3. For as by His own providence bodies grow and the rational soul moves, and possesses life and thought, and this requires little proof, for we see what takes place,—so again the same Word of God with one simple nod by His own power moves and holds together both the visible universe and the invisible powers, allotting to each its proper function, so that the divine powers move in a diviner way, while visible things move as they are seen to do. But Himself being over all, both Governor and King and organising power, He does all for the glory and knowledge of His own Father, so that almost by the very works that He brings to pass He teaches us and says, “By the greatness and beauty of the creatures proportionably the maker of them is seen72    Wisd. xiii. 5..”

44 Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται, καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ, καὶ ἀὴρ μὲν ὑπ' αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵστα ται, ἡ θάλαττα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται, ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι, καιροὶ καὶ ὧραι παραγίγνονται, ὑετοὶ κατέρχονται, τὰ νέφη πληροῦται, χάλαζα γίνεται, χιὼν καὶ κρύσταλλος πήγνυται, πετεινὰ ἵπταται, ἑρπετὰ πορεύεται, ἔνυδρα νήχεται, θάλαττα πλέεται, γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ, φυτὰ αὔξει, καὶ τὰ μὲν νεάζει, τὰ δὲ πεπαίνεται, τὰ δὲ αὐξάνοντα γηράσκει καὶ φθίνει, καὶ τὰ μὲν ἀφανίζεται, τὰ δὲ γεννᾶται καὶ φαίνεται. πάντα δὲ ταῦτα, καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παρα δοξοποιὸς καὶ θαυματοποιὸς τοῦ Θεοῦ Λόγος φωτίζων καὶ ζωο ποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν, οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας, οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπερι λαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον. ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει, ψυχὴ δὲ ἡ λογικὴ κινεῖται καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῇν ἔχει, καὶ τοῦτο οὐ πολ λῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἑνὶ καὶ ἁπλῷ νεύματι, τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι, τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται. αὐτὸς δὲ ἐπὶ πάντων, ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ Πατρὸς ἐργάζε ται, μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων. Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.