ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ∆ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ

 Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων.

 Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ

 Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. Ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως,

 Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐναν θρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν

 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰ

 ∆ιὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ'

 Ἀλλ' ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτο

 Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. Οὐδὲν γὰρ αὐτοῦ κενὸ

 Συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα κ

 Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικο

 Ὁ Θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου Λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη

 Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ' εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο κα

 Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τ

 Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παρα φανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ

 Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς

 Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπ

 Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προν

 Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέ

 Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει, ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτί

 Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν ε

 Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέ

 Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπ

 Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας

 Τὰ δὲ καὶ παρ' ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ' ὄψει πάντων καὶ ἐμμάρτυρον

 Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ' ὡς φιλομαθής, ζητῇ διὰ τί μὴ ἑτέρως ἀ

 Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῷ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι

 Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ' αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ' εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα

 Ἆρ' οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ' αὐτοῦ γενο μένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χρισ

 Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ' ἢ αὐτὸν τὸν

 Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ' αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθα

 Μέγαν δὲ καὶ καθ' ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ' αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ ο

 Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκ

 Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρ

 Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι' ἑαυτό

 Ἀλλ' ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ

 Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων “πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα” ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ ∆αβὶδ τριακονταετὴς ἐβασ

 Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας

 Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ' ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. Περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται· “Ἐμφανὴς ἐγενόμην

 Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λ

 Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁ

 Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. Πλὴν

 Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ

 ∆ιατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται

 Ἀλλ' ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον

 Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν', ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γν

 Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ' οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ' Ἕλ

 Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ τὰ ἐν ∆ελφοῖς καὶ ∆ωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μα

 Ταῦτα δὲ τὰ λεγόμενα παρ' ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτ

 Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντω

 Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς

 Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ

 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός,

 Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ' ἑαυτοῦ το

 Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῇ δ

 Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος οὐκ ἔτι

 Ταῦτα μέν σοι παρ' ἡμῶν δι' ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω

 Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι' αὐτῆς ὁδεύσας ὁ νοῦς τυχ

§21. Death brought to nought by the death of Christ. Why then did not Christ die privately, or in a more honourable way? He was not subject to natural death, but had to die at the hands of others. Why then did He die? Nay but for that purpose He came, and but for that, He could not have risen.

Why, now that the common Saviour of all has died on our behalf, we, the faithful in Christ, no longer die the death as before, agreeably to the warning of the law; for this condemnation has ceased; but, corruption ceasing and being put away by the grace of the Resurrection, henceforth we are only dissolved, agreeably to our bodies’ mortal nature, at the time God has fixed for each, that we may be able to gain a better resurrection. 2. For like the seeds which are cast into the earth, we do not perish by dissolution, but sown in the earth, shall rise again, death having been brought to nought by the grace of the Saviour. Hence it is that blessed Paul, who was made a surety of the Resurrection to all, says: “This corruptible68    1 Cor. xv. 53, sqq. must put on incorruption, and this mortal must put on immortality; but when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory. O death where is thy sting? O grave where is thy victory?” 3. Why, then, one might say, if it were necessary for Him to yield up His body to death in the stead of all, did He not lay it aside as man privately, instead of going as far as even to be crucified? For it were more fitting for Him to have laid His body aside honourably, than ignominiously to endure a death like this. 4. Now, see to it, I reply, whether such an objection be not merely human, whereas what the Saviour did is truly divine and for many reasons worthy of His Godhead. Firstly, because the death which befalls men comes to them agreeably to the weakness of their nature; for, unable to continue in one stay, they are dissolved with time. Hence, too, diseases befall them, and they fall sick and die. But the Lord is not weak, but is the Power of God and Word of God and Very Life. 5. If, then, He had laid aside His body somewhere in private, and upon a bed, after the manner of men, it would have been thought that He also did this agreeably to the weakness of His nature, and because there was nothing in him more than in other men. But since He was, firstly, the Life and the Word of God, and it was necessary, secondly, for the death on behalf of all to be accomplished, for this cause, on the one hand, because He was life and power, the body gained strength in Him; 6. while on the other, as death must needs come to pass, He did not Himself take, but received at others’ hands; the occasion of perfecting His sacrifice. Since it was not fit, either, that the Lord should fall sick, who healed the diseases of others; nor again was it right for that body to lose its strength, in which He gives strength to the weaknesses of others also. 7. Why, then, did He not prevent death, as He did sickness? Because it was for this that He had the body, and it was unfitting to prevent it, lest the Resurrection also should be hindered, while yet it was equally unfitting for sickness to precede His death, lest it should be thought weakness on the part of Him that was in the body. Did He not then hunger? Yes; He hungered, agreeably to the properties of His body. But He did not perish of hunger, because of the Lord that wore it. Hence, even if He died to ransom all, yet He saw not corruption. For [His body] rose again in perfect soundness, since the body belonged to none other, but to the very Life.

Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυο μένης καὶ ἀφανιζομένης ἐν τῇ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον τῷ χρόνῳ ὃν ἑκάστῳ ὁ Θεὸς ὥρισεν, ἵνα “κρείττονος ἀνα στάσεως” τυχεῖν δυνηθῶμεν. ∆ίκην γὰρ τῶν ἐν τῇ γῇ καταβαλλομένων σπερμάτων, οὐκ ἀπολλύμεθα διαλυόμενοι, ἀλλ' ὡς σπειρόμενοι ἀναστησόμεθα, καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ Σωτῆρος χάριν. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ μακάριος Παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενό μενός φησι· “∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;” ∆ιὰ τί οὖν, ἄν τις εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν; Ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ' ὕβρεως τὸν τοιοῦτον θάνατον ὑπομεῖναι. Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά· πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῷ χρόνῳ διαλύονται. ∆ιὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαντες ἀποθνῄσκουσιν. Ὁ δὲ Κύριος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ ∆ύναμις, καὶ Θεοῦ Λόγος ἐστί, καὶ Αὐτοζωή. Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων. Ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Θεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν Ζωὴ καὶ ∆ύναμις ὢν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα· ὡς δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ' ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα· ἀλλ' οὐδὲ ἐξασθενῆσαι ἔδει πάλιν τὸ σῶμα, ἐν ᾧ καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποιεῖ. ∆ιὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; Ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι, ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ. Οὐκ ἐπείνασεν οὖν; Ναὶ ἐπείνασε διὰ τὸ ἴδιον τοῦ σώματος, ἀλλ' οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον. ∆ιὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ' οὐκ εἶδε διαφθοράν. Ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ' αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα.