Tobit 9

1 καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ 2 Αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον 3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με 4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν 5 καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ 6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβιας τὴν γυναῖκα αὐτοῦ