Psalms of Solomon 1
1 
               
               ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς 
               2 
               
               ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἶπα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης 
               3 
               
               ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ  εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις 
               4 
               
               ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς 
               5 
               
               ὑψώθησαν ἕως τῶν ἄστρων εἶπαν οὐ μὴ πέσωσιν 
               6 
               
               καὶ  ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν 
               7 
               
               αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ᾔδειν 
               8 
               
               αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει