Psalms of Solomon 14

1 πιστὸς κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ 2 τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν 3 ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα ὁ παράδεισος τοῦ κυρίου τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ 4 ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ 5 ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ισραηλ 6 καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν 7 ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ 8 ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι 9 διὰ τοῦτο ἡ κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων 10 οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ