Psalms of Solomon 7

1 μὴ ἀποσκηνώσῃς ἀφ’ ἡμῶν ὁ θεός ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν 2 ὅτι ἀπώσω αὐτούς ὁ θεός μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου 3 σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς καὶ μὴ δῷς ἔθνεσιν 4 ἐὰν γὰρ ἀποστείλῃς θάνατον σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν 5 ὅτι σὺ ἐλεήμων καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς 6 ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος 7 ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε καὶ σὺ ἐπακούσῃ ἡμῶν 8 ὅτι σὺ οἰκτιρήσεις τὸ γένος Ισραηλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσῃ 9 καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα καὶ μάστιγα παιδείας σου 10 κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου τοῦ ἐλεῆσαι τὸν οἶκον Ιακωβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς