Psalms of Solomon 11
1
σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τῇ
ἐπισκοπῇ αὐτῶν
2
στῆθι Ιερουσαλημ ἐφ’ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου
3
ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός
4
ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν
5
οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός
6
ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν
7
ἔνδυσαι Ιερουσαλημ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν
αἰῶνα καὶ ἔτι
8
ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ
9
τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι