14. And when the Exorcism has been done, until the others who are being exorcised have come 47 , let men be with men, and women with women. For now I need the example of Noah’s ark: in which were Noah and his sons, and his wife and his sons’ wives. For though the ark was one, and the door was shut, yet had things been suitably arranged. If the Church is shut, and you are all inside, yet let there be a separation, men with men, and women with women 48 : lest the pretext of salvation become an occasion of destruction. Even if there be a fair pretext for sitting near each other, let passions be put away. Further, let the men when sitting have a useful book; and let one read, and another listen: and if there be no book, let one pray, and another speak something useful. And again let the party of young women sit together in like manner, either singing or reading quietly, so that their lips speak, but others’ ears catch not the sound: for I suffer not a woman to speak in the Church 49 . And let the married woman also follow the same example, and pray; and let her lips move, but her voice be unheard, that a Samuel 50 may come, and thy barren soul give birth to the salvation of “God who hath heard thy prayer;” for this is the interpretation of the name Samuel.
Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλλοι ἐπορκιζόμενοι παραγένωνται, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ: ἵνα ᾖ Νῶε χωρὶς καὶ οἱ υἱοὶ αὐτοῦ: καὶ ἡ γυνὴ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὸς, καὶ κεκλεισμένη ἦν ἡ θύρα: ἀλλὰ ἐσχημάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον: ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν: μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας, πρόφασις ἀπωλείας: κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι καὶ ἐχέτωσαν βιβλίον χρήσιμον: καὶ ὁ μέν τις ἀναγινωσκέτω, ὁ δέ τις ἀκουέτω: κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δέ τι χρήσιμον λαλείτω. Καὶ ὁ σύλλογος πάλιν ὁ παρθενικὸς οὕτω συνειλέχθω, ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ: ὥστε λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα. Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω: καὶ ἡ ἔγγαμος [δὲ] ὁμοίως μιμείσθω: καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκουέσθω: ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στεῖρα ψυχὴ γεννήσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος. Ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἑρμηνείαν.