Chapter X.—Continuation of the Above.
Abraham, styled “the friend,”53 Isa. xli. 8; 2 Chron. xx. 7; Judith viii. 19; James ii. 23. was found faithful, inasmuch as he rendered obedience to the words of God. He, in the exercise of obedience, went out from his own country, and from his kindred, and from his father’s house, in order that, by forsaking a small territory, and a weak family, and an insignificant house, he might inherit the promises of God. For God said to him, “Get thee out from thy country, and from thy kindred, and from thy father’s house, into the land which I shall show thee. And I will make thee a great nation, and will bless thee, and make thy name great, and thou shalt be blessed. And I will bless them that bless thee, and curse them that curse thee; and in thee shall all the families of the earth be blessed.”54 Gen. xii. 1–3. And again, on his departing from Lot, God said to him, “Lift up thine eyes, and look from the place where thou now art, northward, and southward, and eastward, and westward; for all the land which thou seest, to thee will I give it, and to thy seed for ever. And I will make thy seed as the dust of the earth, [so that] if a man can number the dust of the earth, then shall thy seed also be numbered.”55 Gen. xiii. 14–16. And again [the Scripture] saith, “God brought forth Abram, and spake unto him, Look up now to heaven, and count the stars if thou be able to number them; so shall thy seed be. And Abram believed God, and it was counted to him for righteousness.”56 Gen. xv. 5, 6; Rom. iv. 3. On account of his faith and hospitality, a son was given him in his old age; and in the exercise of obedience, he offered him as a sacrifice to God on one of the mountains which He showed him.57 Gen. xii. 22; Heb. xi. 17.
ΚΕΦΑΛΑΙΟΝ Ι’. Ἀβραάμ, ὁ φίλος προσαγορευθείς, πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ·ήμασιν τοῦ θεοῦ. Oὗτος δι' ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ. Λέγει γὰρ αὐτῷ· «Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ καταράσομαι τοὺς καταρωμένους σε, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ θεός· «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.» Καὶ πάλιν λέγει· «Ἐξήγαγεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» ∆ιὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ, καὶ δι' ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς ἓν τῶν ὀρέων ὧν ἔδειξεν αὐτῷ.