Letter XVI. Translation absent.
[16] Στρατηγίῳ Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν ἄλλος παρ' ἄλλου διαδεχόμενοι, διαπαίζουσι δὲ τὸν ἐν τῷ μέσῳ πρὸς αὐτὴν ἀναπηδῶντα, τῇ ἐσχηματισμένῃ τοῦ προσώπου ὁρμῇ καὶ τῇ ποιᾷ τῆς χειρὸς ἐνδείξει κατὰ τὸ δεξιὸν ἢ εὐώνυμον τὴν βολὴν προδείξαντες, ἐφ' ὅπερ [δ'] ἂν ἴδωσιν αὐτὸν ὁρμῶντα, κατὰ τὸ ἐναντίον ἀποπεμπόμενοι καὶ τὴν ἐλπίδα δι' ἀπάτης ἐψεύσαντο: τοιαῦτα κατώρθωται καὶ νῦν παρὰ τοῖς πολλοῖς ἡμῶν, οἳ τὸ σπουδάζειν ἀφέντες, ἐν εὐφυΐᾳ τοὺς ἀνθρώπους σφαιρίζομεν, ἀντὶ τῆς δεξιᾶς ἐλπίδος, ἣν προϊσχόμεθα, τῇ σκαιότητι τῶν γινομένων τὰς ψυχὰς τῶν ἐλπιζόντων [ἐφ'] ἡμῖν παρακρουόμενοι. γράμματα καταλλακτήρια, φιλοφροσύναι, σύμβολα, δῶρα, ἀγαπητικαὶ διὰ γραμμάτων περιπλοκαί, ταῦτά ἐστι τῆς σφαίρας ἡ ἔνδειξις ἡ κατὰ τὸ δεξιὸν προδεικνυμένη: ἀλλ' ἀντὶ τῆς ἐλπισθείσης διὰ τούτων εὐφροσύνης κατηγορίαι, συσκευαί, διαβολαί, μέμψεις, ἐγκλήματα, μονομερῶν ἀποφάσεων ὑφαρπαγαί. μακάριοι τῶν ἐλπίδων ὑμεῖς οἱ διὰ τῶν τοιούτων τὴν πρὸς τὸν θεὸν παρρησίαν πραγματευόμενοι. ἀλλὰ παρακαλοῦμεν ὑμᾶς μὴ πρὸς τὰ ἡμέτερα βλέπειν, ἀλλὰ πρὸς τὴν δεσποτικὴν τοῦ εὐαγγελίου διδασκαλίαν (τίς γὰρ ἂν ἑτέρῳ τῶν ὀδυνῶν παραμυθία γένοιτο [ἂν ἄλλος] αὐτὸς ταῖς ὀδύναις ὑπερβαλλόμενος;), ὡς [δ'] ἂν τὴν ἰδίαν διέξοδον λάβῃ τὰ πράγματα, ὥς φησιν: Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. σὺ δέ μοι, ὦ ἄριστε, πράττειν σεαυτοῦ ἀξίως καὶ τῷ θεῷ ἐπελπίζειν καὶ μὴ ἐγκόπτεσθαι πρὸς τὸ καλός τε καὶ ἀγαθὸς εἶναι διὰ τὰ παρ' ἡμῶν ὑποδείγματα, ἐπιτρέπειν δὲ τῷ θεῷ τῷ δικαιοκρίτῃ τὴν συμφέρουσάν τε καὶ δικαίαν τῶν πραγμάτων ἀπόβασιν, ταύτῃ τε ἄγειν, ὅπηπερ ἂν ἡ θεία κατευθύνῃ σοφία. πάντως οὐδὲ ὁ Ἰωσὴφ τῷ φθόνῳ τῶν ἀδελφῶν ἐδυσχέραινε, διότι τῶν ὁμογενῶν ἡ κακία ὁδὸς αὐτῷ πρὸς τὴν βασιλείαν ἐγένετο.